[ ]
Syria, Ctr. — Palmyra (Tadmor): Umm-el-Amad — 145-146 AD — CRAI 1930.182-183 — Merk.-Staub., Jenseits Euphrat 706 — SEG 7.135; AnnÉp (1931) 54
I.1 | ἔτο[υς υνζʹ μηνὸς — — —] |
ἡ βουλὴ [κ]αὶ ὁ δῆμος [Σόαδ]ον Βωλιάδους | |
τοῦ Σ[ο]άδου τοῦ Θαιμισάμσου, εὐσεβῆ καὶ | |
φιλόπατριν, καὶ ἐν πολλοῖς καὶ μεγάλοις καιροῖς | |
5 | γν[η]σίως καὶ φιλοτείμως παράσταντα τοῖς |
ἐ[μπόρ]οις καὶ ταῖς συνοδίαις καὶ τοῖς ἐν Ὀλοφασίᾳ | |
πολείταις καὶ ἐπὶ τούτοις [ἐπισ]τολ[ᾷ] θεοῦ | |
[Ἁ]δριανοῦ καὶ τοῦ θειοτάτου α[ὐ]τοκράτορος | |
Ἀντωνεινοῦ υἱοῦ αὐτοῦ μαρτυρηθέντα, | |
10 | ὁμοίως καὶ διατάγματι Ποβλικίου Μαρκέλλου |
καὶ ἐπιστολᾷ αὐτοῦ καὶ τῶν ἐξῆς ὑπατικῶν | |
καὶ ψηφίσμασι καὶ ἀνδριᾶσι τειμηθέντα ὑπὸ | |
βουλῆς καὶ δήμου καὶ τῶν κατὰ καιρὸν συν- | |
οδιῶν καὶ τῶν καθ’ ἕνα πολειτῶν, καὶ νῦν τοῦτον | |
15 | μόνον τῶν πώποτε πολειτῶν ὑπὸ τῆς |
πατρίδος διὰ τὰς συνεχεῖς καὶ ἐπ’ ἀλ[λ]ήλους | |
εὐποΐας τεσσάρων ἀνδριάντων ἐν τῷ | |
τετραδείῳ τῆς πόλεως ἐπὶ κειόνων δημοσίοις | |
ἀναλώμασι κατηξιωμένον, καὶ ἄλλων | |
20 | ἀνδριάντων τριῶν ἔν τε Σπασίνου Χάρακι |
[κα]ὶ ἐν Ὀλ[ο]γασίᾳ καὶ ἐ[ν] Γεννάη καταλύματι συν- | |
{συν}οδιῶν ὑπὸ β[ουλ]ῆς καὶ δήμου καὶ κτίσαντα | |
[ἐ]ν Ὀλογα[σίᾳ ναὸν τῶν Σε]βαστῶν κ[αὶ] κ[α]θι- | |
[ερώ]σαν[τα — — —] | |
II.25 | [καὶ πίστε]ω[ς κ]αὶ μεγαλοφ[ρ]οσύνης ἕ[νεκα] |
πά[νυ πᾶσα]ν ἐνχειρισθέντα δυναστείαν | |
[— — —]στωτο[— — —]ειρο | |
[— — —]ες Σπασίνου [Χαρακ— — —] |