[ ]
Babylonia — Uruk (Warka) — 110 AD — MDAI(B) 1 (1960) 104 — Merk.-Staub., Jenseits Euphrat 516; Nouv. Choix 33 — SEG 18.596; BE 1962.322
1 | ἔτους βκυʹ, μηνὸς Δείου. |
Ἀρτεμίδωρος Διογένους ὁ | |
ἐπικαλούμενος Μινναναιος | |
Τουφαίου, στοιχῶν τῆι τῶν προ- | |
5 | γόνων αὐτοῦ ἀγαθῆι προαιρέσει |
ἀνέθηκεν Γάρει θεῶι χωρίον Δα- | |
ιαμεινα. τὸ δὲ κοινὸν τῶν | |
Δολλαμηνῶν, ὂν εὐχά- | |
ριστον, ἔκρ{ι}εινεν {²⁶ἔκρεινεν = ἔκρινεν}²⁶ ἀμεί- | |
10 | ψεσθαι ἀντὶ ἀναθήματος ἀν- |
δριάντα αὐτῶι στῆσαι ἐν ναῶι Γαρεως {²⁷Γαρείος?}²⁷, | |
στεφανοῦν τε αὐτὸν ἐν ἑκάστηι γε- | |
νεθλιακῆι αὐτοῦ τὸν σύμπαντα χρόνον | |
οὔσηι ἕκτηι Ἀπελλαίου· παρειστᾶν αὐτῶι | |
15 | ἱερόθυτον καὶ ἀπὸ τοῦ αὐτοῦ ἱερο- |
θύτου πέμπειν αὐτῶι Ἀρτεμι- | |
δώρωι ὀσφὺν εὐσεβείας | |
καὶ εὐνοίας ἕνεκεν. |