[ ] Babylonia — Uruk (Warka) — 110 AD — MDAI(B) 1 (1960) 104 — Merk.-Staub., Jenseits Euphrat 516; Nouv. Choix 33 — SEG 18.596; BE 1962.322
1 ἔτους βκυʹ, μηνὸς Δείου.
Ἀρτεμίδωρος Διογένους ὁ
ἐπικαλούμενος Μινναναιος
Τουφαίου, στοιχῶν τῆι τῶν προ-
5 γόνων αὐτοῦ ἀγαθῆι προαιρέσει
ἀνέθηκεν Γάρει θεῶι χωρίον Δα-
ιαμεινα. τὸ δὲ κοινὸν τῶν
Δολλαμηνῶν, ὂν εὐχά-
ριστον, ἔκρ{ι}εινεν {²⁶ἔκρεινεν = ἔκρινεν}²⁶ ἀμεί-
10 ψεσθαι ἀντὶ ἀναθήματος ἀν-
δριάντα αὐτῶι στῆσαι ἐν ναῶι Γαρεως {²⁷Γαρείος?}²⁷,
στεφανοῦν τε αὐτὸν ἐν ἑκάστηι γε-
νεθλιακῆι αὐτοῦ τὸν σύμπαντα χρόνον
οὔσηι ἕκτηι Ἀπελλαίου· παρειστᾶν αὐτῶι
15 ἱερόθυτον καὶ ἀπὸ τοῦ αὐτοῦ ἱερο-
θύτου πέμπειν αὐτῶι Ἀρτεμι-
δώρωι ὀσφὺν εὐσεβείας
καὶ εὐνοίας ἕνεκεν.
Search Help
Contact Us