[ ]
Aeg.Isl. — Andros — 3rd c. BC — IG XII,5.715 — ZPE 47.1982.67-70
| 1 | [ἐπὶ — — —] ἄρχοντος, μηνὸς Ἀρτεμισιῶνος, Εὐ[τ]ύχεω τῶμ πρυτά[νεων] |
| [․․․]λα προεδρεύοντος, Χαιρέου γραμματεύοντος, Θεότιμος Φιλ[αγά]- | |
| [θου εἶπεν]· ὑπὲρ ὧν τὴμ πρόσοδον ἐποήσατο Ἀριστοφῶν Δημοσθένου δεδό[χθαι] | |
| [τεῖ βουλεῖ] καὶ τῶι δήμωι· Δρόμωνα Φανοδήμου Βαβυλώνιον πρόξενον καὶ εὐεργέτη[ν] | |
| 5 | [εἶναι τῆς] πόλεως τῆς Ἀνδρίων, καὶ εἶναι αὐτῶι πρόσοδομ πρὸς τὴμ βουλὴγ καὶ τὸν δ[ῆ]- |
| [μον, ἐάν τ]ου δέηται, πρώτωι μετὰ τὰ ἱερά, καὶ δίκας προ[δίκο]υς, καὶ ἐμ πολέμωι εἰρήνη[γ] κ[αὶ] | |
| [ἐν σύλοι]ς ἀσυλίαν· τὸν δὲ γραμματέα τῶμ πρυτάνεων ἐπιμεληθῆναι ὅπως | |
| [ἡ γνώμη] ἥδη ἀναγραφεῖ εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, τὸ δ’ ἀνάλωμα τὸ γενόμε- | |
| [νον εἰς τὴ]ν ἀναγραφὴν δοῦναι τοὺς ταμίας ἀπὸ κοινῆς διοικήσεως. |