[ ] Mesopotomia — Resafa--Sergioupolis (ar-Raqqah, SW of) — 593 AD — Euagrius, Hist.Eccles. 6.21
1 ἐγὼ Χοσρόης, βασιλεὺς βασιλέων, υἱὸς Χοσρόου, τὰ ἐν τῷδε τῷ δίσκῳ
γεγραμμένα, οὐκ εἰς θέαν ἀνθρώπων, οὐδὲ ἵνα ἐκ τῶν λόγων μου τὸ
μέγεθος τοῦ πανσέπτου ὀνόματος γνωσθῇ, ἀλλὰ διὰ τὴν ἀλήθειαν τῶν
γεγραμμένων καὶ διὰ τὰς πολλὰς χάριτας καὶ εὐεργεσίας ἃς ἔσχον
5 παρὰ σοῦ· εὐτυχία γάρ μοί ἐστι, ἵνα τὸ ἐμὸν ὄνομα ἐμφέρεται τοῖς
ἱεροῖς σου σκεύεσιν. ἐν τῷ εἶναί με ἐν τῷ Βεραμαῒς ᾐτησάμην παρὰ
σοῦ, ἅγιε, ἐλθεῖν εἰς τὴν βοήθειαν μου καὶ ἐν γαστρὶ συλλαβεῖν Σιρήν.
καὶ ἐπειδὴ ἡ Σιρὴν Χριστιανή ἐστιν κἀγὼ Ἕλλην, ὁ ἡμέτερος νόμος
ἄδειαν ἡμῖν οὐ παρέχει Χριστιανὴν ἔχειν γαμετήν. διὰ γοῦν τὴν ἐμὴν
10 πρὸς σὲ εὐγνωμοσύνην εἰς ταύτην τὸν νόμον παρεῖδον, καὶ ταύτην ἐν
γυναιξὶν ἡμέραν ἐξ ἡμέρας ἐν γνησιότητι ἔσχον καὶ ἴσχω, καὶ οὕτω
συνεῖδον νῦν δεηθῆναι τῆς σῆς ἀγαθότητος, ἅγιε, ἐν γαστρὶ συλλαβεῖν
αὐτήν. καὶ ᾐτησάμην καὶ συνεταξάμην ἵνα, ἐὰν ἐν γαστρὶ συλλάβῃ
Σιρήν, τὸν σταυρὸν τὸν φορούμενον παρ’ αὐτῆς πέμψω τῷ πανσέπτῳ
15 σου οἴκῳ. καὶ τούτου ἕνεκα κἀγὼ καὶ Σιρὴν τὸν σκοπὸν τοῦτον ἔχομεν
ἵνα εἰς μνημόσυνον τοῦ ὀνόματός σου, ἅγιε, τοῦτον τὸν σταυρὸν
κρατῶμεν. καὶ συνειδόμεν ἀντ’ αὐτοῦ τὴν τιμὴν αὐτοῦ, μὴ
συντείνουσαν περαιτέρω τῶν τετρακισχιλίων τετρακοσίων στατήρων
μιλιαρισίων, πεντακισχιλίους στατῆρας ἐκπέμψαι.
20      καὶ ἐξ οὗ τὴν τοιαύτην ἑαυτῷ ἔσχον αἴτησιν καὶ ταῦτα
διελογισάμην, ἕως οὗ ἐφθάσαμην τὸ Ῥοσονχοσρὸν, δέκα ἡμέραι πλέον
οὐ διῆλθον, καὶ σύ, ἅγιε, οὐ διὰ τὸ εἶναί με ἄξιον ἀλλὰ διὰ τὴν σὴν
ἀγαθότητα, ἐφάνης μοι ἐν ὁράματι τῆς νυκτός, καὶ τρίτον εἶπάς μοι
ὅτι Σιρὴν ἐν γαστρὶ ἔχει. κἀγὼ ἐν αὐτῷ τῷ ὁράματι τρίτον
25 ἀνταπεκρίθην σοι λέγων· καλῶς. καὶ διὰ τὸ εἶναί σε δοτῆρα τῶν
αἰτήσεων, ἐκ τῆς ἡμέρας ἐκείνης ἡ Σιρὴν τὸ εἰθισμένον ταῖς γυναιξὶν
οὐκ εἶδεν. ἐγὼ δὲ διστάξας εἰς τοῦτο, εἰ μὴ τοῖς λόγοις σου
ἐπίστευσα, καὶ ὅτι ἅγιος εἶ καὶ δοτὴρ τῶν αἰτήσεων, μετὰ <τὸ>
ταύτην τὰ γυναικεῖα μὴ ὑπομεῖναι, ἐκ τούτου ἔγνων τὴν δύναμιν τοῦ
30 ὁράματος καὶ τὴν τῶν παρὰ σοῦ ῥηθέντων ἀλήθειαν. παραυτὰ οὖν
ἔπεμψα τὸν αὐτὸν σταυρὸν καὶ τὴν τούτου τιμὴν ἐν τῷ πανσέπτῳ σου
εἴκῳ, κελεύσας ἐκ τῆς τούτου τιμῆς δίσκον ἕνα καὶ ποτήριον ἓν
γενέσθαι εἰς λόγον τῶν θείων μυστηρίων, ἀλλὰ μὴν καὶ σταυρὸν
γενέσθαι καὶ πηχθῆναι ὀφείλοντα ἐπὶ τῆς τιμίας τραπέζης, καὶ
35 θυμιατήριον, τὰ παντα χρυσᾶ, καὶ ἀμφίθυρον Οὐννικὸν κεκοσμημένον
χρυσίῳ· καὶ τὰ ἀπομένοντα τῆς τιμῆς μιλιαρίσια εἶναι τοῦ ἁγίου σου
οἴκου, ἵνα διὰ τῆς τύχης σου, ἅγιε, εἰς πάντα, ἐξαιρέτως δὲ εἰς τὴν
αἴτησιν ταύτην ἔλθῃς εἰς τὴν βοήθειάν μου καὶ Σιρήν, καὶ ὃ διὰ τῆς
σῆς πρεσβείας γέγονεν ἡμῖν τῷ ἐλέει τῆς σῆς ἀγαθότητος καὶ τῷ
40 θελήματί μου καὶ Σιρὴν εἰς τέλειον προέλθῃ· ἵνα κἀγὼ καὶ Σιρὴν καὶ
πάντες οἱ ἐν τῷ κόσμῳ εἰς τὴν σὴν δύναμιν ἐλπίζωμεν, καὶ εἰς σὲ ἔτι πιστεύωμεν.
Search Help
Contact Us