[ ]
Mesopotomia — Resafa--Sergioupolis (ar-Raqqah, SW of) — 593 AD — Euagrius, Hist.Eccles. 6.21
1 | ἐγὼ Χοσρόης, βασιλεὺς βασιλέων, υἱὸς Χοσρόου, τὰ ἐν τῷδε τῷ δίσκῳ |
γεγραμμένα, οὐκ εἰς θέαν ἀνθρώπων, οὐδὲ ἵνα ἐκ τῶν λόγων μου τὸ | |
μέγεθος τοῦ πανσέπτου ὀνόματος γνωσθῇ, ἀλλὰ διὰ τὴν ἀλήθειαν τῶν | |
γεγραμμένων καὶ διὰ τὰς πολλὰς χάριτας καὶ εὐεργεσίας ἃς ἔσχον | |
5 | παρὰ σοῦ· εὐτυχία γάρ μοί ἐστι, ἵνα τὸ ἐμὸν ὄνομα ἐμφέρεται τοῖς |
ἱεροῖς σου σκεύεσιν. ἐν τῷ εἶναί με ἐν τῷ Βεραμαῒς ᾐτησάμην παρὰ | |
σοῦ, ἅγιε, ἐλθεῖν εἰς τὴν βοήθειαν μου καὶ ἐν γαστρὶ συλλαβεῖν Σιρήν. | |
καὶ ἐπειδὴ ἡ Σιρὴν Χριστιανή ἐστιν κἀγὼ Ἕλλην, ὁ ἡμέτερος νόμος | |
ἄδειαν ἡμῖν οὐ παρέχει Χριστιανὴν ἔχειν γαμετήν. διὰ γοῦν τὴν ἐμὴν | |
10 | πρὸς σὲ εὐγνωμοσύνην εἰς ταύτην τὸν νόμον παρεῖδον, καὶ ταύτην ἐν |
γυναιξὶν ἡμέραν ἐξ ἡμέρας ἐν γνησιότητι ἔσχον καὶ ἴσχω, καὶ οὕτω | |
συνεῖδον νῦν δεηθῆναι τῆς σῆς ἀγαθότητος, ἅγιε, ἐν γαστρὶ συλλαβεῖν | |
αὐτήν. καὶ ᾐτησάμην καὶ συνεταξάμην ἵνα, ἐὰν ἐν γαστρὶ συλλάβῃ | |
Σιρήν, τὸν σταυρὸν τὸν φορούμενον παρ’ αὐτῆς πέμψω τῷ πανσέπτῳ | |
15 | σου οἴκῳ. καὶ τούτου ἕνεκα κἀγὼ καὶ Σιρὴν τὸν σκοπὸν τοῦτον ἔχομεν |
ἵνα εἰς μνημόσυνον τοῦ ὀνόματός σου, ἅγιε, τοῦτον τὸν σταυρὸν | |
κρατῶμεν. καὶ συνειδόμεν ἀντ’ αὐτοῦ τὴν τιμὴν αὐτοῦ, μὴ | |
συντείνουσαν περαιτέρω τῶν τετρακισχιλίων τετρακοσίων στατήρων | |
μιλιαρισίων, πεντακισχιλίους στατῆρας ἐκπέμψαι. | |
20 | καὶ ἐξ οὗ τὴν τοιαύτην ἑαυτῷ ἔσχον αἴτησιν καὶ ταῦτα |
διελογισάμην, ἕως οὗ ἐφθάσαμην τὸ Ῥοσονχοσρὸν, δέκα ἡμέραι πλέον | |
οὐ διῆλθον, καὶ σύ, ἅγιε, οὐ διὰ τὸ εἶναί με ἄξιον ἀλλὰ διὰ τὴν σὴν | |
ἀγαθότητα, ἐφάνης μοι ἐν ὁράματι τῆς νυκτός, καὶ τρίτον εἶπάς μοι | |
ὅτι Σιρὴν ἐν γαστρὶ ἔχει. κἀγὼ ἐν αὐτῷ τῷ ὁράματι τρίτον | |
25 | ἀνταπεκρίθην σοι λέγων· καλῶς. καὶ διὰ τὸ εἶναί σε δοτῆρα τῶν |
αἰτήσεων, ἐκ τῆς ἡμέρας ἐκείνης ἡ Σιρὴν τὸ εἰθισμένον ταῖς γυναιξὶν | |
οὐκ εἶδεν. ἐγὼ δὲ διστάξας εἰς τοῦτο, εἰ μὴ τοῖς λόγοις σου | |
ἐπίστευσα, καὶ ὅτι ἅγιος εἶ καὶ δοτὴρ τῶν αἰτήσεων, μετὰ <τὸ> | |
ταύτην τὰ γυναικεῖα μὴ ὑπομεῖναι, ἐκ τούτου ἔγνων τὴν δύναμιν τοῦ | |
30 | ὁράματος καὶ τὴν τῶν παρὰ σοῦ ῥηθέντων ἀλήθειαν. παραυτὰ οὖν |
ἔπεμψα τὸν αὐτὸν σταυρὸν καὶ τὴν τούτου τιμὴν ἐν τῷ πανσέπτῳ σου | |
εἴκῳ, κελεύσας ἐκ τῆς τούτου τιμῆς δίσκον ἕνα καὶ ποτήριον ἓν | |
γενέσθαι εἰς λόγον τῶν θείων μυστηρίων, ἀλλὰ μὴν καὶ σταυρὸν | |
γενέσθαι καὶ πηχθῆναι ὀφείλοντα ἐπὶ τῆς τιμίας τραπέζης, καὶ | |
35 | θυμιατήριον, τὰ παντα χρυσᾶ, καὶ ἀμφίθυρον Οὐννικὸν κεκοσμημένον |
χρυσίῳ· καὶ τὰ ἀπομένοντα τῆς τιμῆς μιλιαρίσια εἶναι τοῦ ἁγίου σου | |
οἴκου, ἵνα διὰ τῆς τύχης σου, ἅγιε, εἰς πάντα, ἐξαιρέτως δὲ εἰς τὴν | |
αἴτησιν ταύτην ἔλθῃς εἰς τὴν βοήθειάν μου καὶ Σιρήν, καὶ ὃ διὰ τῆς | |
σῆς πρεσβείας γέγονεν ἡμῖν τῷ ἐλέει τῆς σῆς ἀγαθότητος καὶ τῷ | |
40 | θελήματί μου καὶ Σιρὴν εἰς τέλειον προέλθῃ· ἵνα κἀγὼ καὶ Σιρὴν καὶ |
πάντες οἱ ἐν τῷ κόσμῳ εἰς τὴν σὴν δύναμιν ἐλπίζωμεν, καὶ εἰς σὲ ἔτι πιστεύωμεν. |