[ ] Mesopotomia — Resafa--Sergioupolis (ar-Raqqah, SW of) — 593 AD — Euagrius, Hist.Eccles. 6.21
1 τοῦτον τὸν σταυρὸν ἐγὼ Χόσροης βασιλέων, υἱὸς Χοσρόου,
ὅτε ἐκ διαβολικῆς ἐνεργείας καὶ κακουργίας τοῦ δυστυχεστάτου Βαρὰμ
υἱοῦ Βαργουσνὰς καὶ τῶν σὺν αὐτῷ καβαλλαρίων εἰς Ῥωμανίαν
ἀπήλθομεν, καὶ διὰ τὸ ἔρχεσθαι τὸν δυστυχῆ Ζαδεσπρὰτην μετὰ
5 στρατοῦ εἰς τὸ Νισίβιος ἐπὶ τὸ ὑποσῦραι τοὺς καβαλλαρίους τοῦ
μέρους τοῦ Νισίβιος εἰς τὸ ἀντᾶραι καὶ συνταράξαι ἐπέμψαμεν καὶ
ἡμεῖς καβαλλαρίους μετὰ ἄρχοντος εἰς τὸ Χάρχας, καὶ διὰ τῆς τύχης
τοῦ ἁγίου Σεργίου τοῦ πανσέπτου καὶ ὀνομαστοῦ, ἐπειδὴ ἠκούσαμεν
δοτῆρα εἶναι αὐτὸν τῶν αἰτήσεων, ἐν  τῷ πρώτῳ ἔτει τῆς βασιλείας
10 ἡμῶν, μενὶ Ἰαννουαρίου ἑβδόμῃ, ᾐτησάμεθα ὡς, ἐὰν οἱ καβαλλάριοι
ἡμῶν σφάξωσι τὸν Ζαδεσπράτην ἢ χειρώσωνται, σταυρὸν χρυσοῦν
διάλιθον εἰς τὸν οἶκον αὐτοῦ πέμπομεν διὰ τὸ πάνσεπτον αὐτοῦ ὄνομα,
καὶ τῇ ἐνάτῃ τοῦ Φεβρυαρίου μηνὸς τὴν κηφαλὴν τοῦ Ζαδεσπράτου
ἤνεγκαν ἐπὶ ἡμῶν. ἐπιτυχόντες οὖν τῆς δεήσεως ἡμῶν, διὰ τὸ ἕκαστον
15 ἀναμφίβολον εἶναι, εἰς τὸ πάνσεπτον αὐτοῦ ὄνομα τοῦτον τὸν σταυρὸν
τὸν παρ’ ἡμῶν γενόμενον, μετὰ τοῦ πεμφθέντος σταυροῦ παρὰ
Ἰουστινιανοῦ βασιλέως Ῥωμαίων εἰς τὸν οἶκον αὐτοῦ, καὶ τῷ καιρῷ
τῆς ἀμιξίας τῶν δύο πολιτειῶν ἐνεχθέντος ἐνταῦθα παρὰ Χοσρου,
βασιλέως βασιλέων, υἱοῦ Καβάδου, τοῦ ῆμετέρου πατρός, καὶ εὑρεθέτνος
20 ἐν τοῖς ῆμετέροις θησαυροῖς, ἐπέμψαμεν ἐν τῷ οἴκῳ τοῦ ἁγίου
πανσέπτου Σεργίου.
Search Help
Contact Us