[ ]
Mesopotomia — Resafa--Sergioupolis (ar-Raqqah, SW of) — 593 AD — Euagrius, Hist.Eccles. 6.21
1 | τοῦτον τὸν σταυρὸν ἐγὼ Χόσροης βασιλέων, υἱὸς Χοσρόου, |
ὅτε ἐκ διαβολικῆς ἐνεργείας καὶ κακουργίας τοῦ δυστυχεστάτου Βαρὰμ | |
υἱοῦ Βαργουσνὰς καὶ τῶν σὺν αὐτῷ καβαλλαρίων εἰς Ῥωμανίαν | |
ἀπήλθομεν, καὶ διὰ τὸ ἔρχεσθαι τὸν δυστυχῆ Ζαδεσπρὰτην μετὰ | |
5 | στρατοῦ εἰς τὸ Νισίβιος ἐπὶ τὸ ὑποσῦραι τοὺς καβαλλαρίους τοῦ |
μέρους τοῦ Νισίβιος εἰς τὸ ἀντᾶραι καὶ συνταράξαι ἐπέμψαμεν καὶ | |
ἡμεῖς καβαλλαρίους μετὰ ἄρχοντος εἰς τὸ Χάρχας, καὶ διὰ τῆς τύχης | |
τοῦ ἁγίου Σεργίου τοῦ πανσέπτου καὶ ὀνομαστοῦ, ἐπειδὴ ἠκούσαμεν | |
δοτῆρα εἶναι αὐτὸν τῶν αἰτήσεων, ἐν τῷ πρώτῳ ἔτει τῆς βασιλείας | |
10 | ἡμῶν, μενὶ Ἰαννουαρίου ἑβδόμῃ, ᾐτησάμεθα ὡς, ἐὰν οἱ καβαλλάριοι |
ἡμῶν σφάξωσι τὸν Ζαδεσπράτην ἢ χειρώσωνται, σταυρὸν χρυσοῦν | |
διάλιθον εἰς τὸν οἶκον αὐτοῦ πέμπομεν διὰ τὸ πάνσεπτον αὐτοῦ ὄνομα, | |
καὶ τῇ ἐνάτῃ τοῦ Φεβρυαρίου μηνὸς τὴν κηφαλὴν τοῦ Ζαδεσπράτου | |
ἤνεγκαν ἐπὶ ἡμῶν. ἐπιτυχόντες οὖν τῆς δεήσεως ἡμῶν, διὰ τὸ ἕκαστον | |
15 | ἀναμφίβολον εἶναι, εἰς τὸ πάνσεπτον αὐτοῦ ὄνομα τοῦτον τὸν σταυρὸν |
τὸν παρ’ ἡμῶν γενόμενον, μετὰ τοῦ πεμφθέντος σταυροῦ παρὰ | |
Ἰουστινιανοῦ βασιλέως Ῥωμαίων εἰς τὸν οἶκον αὐτοῦ, καὶ τῷ καιρῷ | |
τῆς ἀμιξίας τῶν δύο πολιτειῶν ἐνεχθέντος ἐνταῦθα παρὰ Χοσρου, | |
βασιλέως βασιλέων, υἱοῦ Καβάδου, τοῦ ῆμετέρου πατρός, καὶ εὑρεθέτνος | |
20 | ἐν τοῖς ῆμετέροις θησαυροῖς, ἐπέμψαμεν ἐν τῷ οἴκῳ τοῦ ἁγίου |
πανσέπτου Σεργίου. | |