[ ] Mesopotamia/Osrhoene — Edessa (Şanliurfa--Urfa) — 5th c. AD? — SB Berlin 1914.817-828 — Segal, Edessa (1970) 66,75
1 ☩ μακάριος εἶ Αὔγαρε καὶ ἡ πόλις σου ἥτις καλεῖται Ἔδ-
εσα· μακάριος εἶ ὅτι ἐπίστευσας εἰς ἐμὲ μὴ ἑωρακώς με, ὅτι ὑγεί-
α ἑτοιμασθίσεταί σοι διὰ παντὸς. περὶ δὲ οὗ ἔγραψάς μοι τοῦ ἐλθεῖν
πρὸς σὲ δέον ἐστὶ δι’ ὃ ἀπεστάλην ἐνταῦθα πληρῶσαι καὶ μετὰ τὸ
5 πληρῶσαι ἀναληφθῆναί με πρὸς τὸν ἀποστείλαντά με π(ατέ)ρα.
ἀποστέλλω δέ σοι ἕνα τῶν μαθητῶν μου ὀνόματι Θαδδαῖ-
ον τὸν καὶ Θωμᾶν, ὅστις καὶ τὸ πάθος σου θεραπεύσει καὶ ζω-
ὴν αἰώνιον καὶ εἰρήνην σοι παράσχοι καὶ τοῖς σύν σοι πᾶσι καὶ
τῇ πόλει σου ποιήσει τὸ ἱκανόν, πρὸς τὸ μηδένα τῶν ἐχθρῶν κα-
10 τισχῦσαι αὐτὶν ἕος τῖς συντελείας τοῦ κόσμου. ἀμήν. ☩ ☩ ἐπιστολὶ τοῦ
κ(υρίο)υ ἡμῶν Ἰ(ησο)ῦ Χ(ριστο)ῦ. ☩
Search Help
Contact Us