[ ]
Mesopotamia/Osrhoene — Edessa (Şanliurfa--Urfa) — 5th c. AD? — SB Berlin 1914.817-828 — Segal, Edessa (1970) 66,75
1 | ☩ μακάριος εἶ Αὔγαρε καὶ ἡ πόλις σου ἥτις καλεῖται Ἔδ- |
εσα· μακάριος εἶ ὅτι ἐπίστευσας εἰς ἐμὲ μὴ ἑωρακώς με, ὅτι ὑγεί- | |
α ἑτοιμασθίσεταί σοι διὰ παντὸς. περὶ δὲ οὗ ἔγραψάς μοι τοῦ ἐλθεῖν | |
πρὸς σὲ δέον ἐστὶ δι’ ὃ ἀπεστάλην ἐνταῦθα πληρῶσαι καὶ μετὰ τὸ | |
5 | πληρῶσαι ἀναληφθῆναί με πρὸς τὸν ἀποστείλαντά με π(ατέ)ρα. |
ἀποστέλλω δέ σοι ἕνα τῶν μαθητῶν μου ὀνόματι Θαδδαῖ- | |
ον τὸν καὶ Θωμᾶν, ὅστις καὶ τὸ πάθος σου θεραπεύσει καὶ ζω- | |
ὴν αἰώνιον καὶ εἰρήνην σοι παράσχοι καὶ τοῖς σύν σοι πᾶσι καὶ | |
τῇ πόλει σου ποιήσει τὸ ἱκανόν, πρὸς τὸ μηδένα τῶν ἐχθρῶν κα- | |
10 | τισχῦσαι αὐτὶν ἕος τῖς συντελείας τοῦ κόσμου. ἀμήν. ☩ ☩ ἐπιστολὶ τοῦ |
κ(υρίο)υ ἡμῶν Ἰ(ησο)ῦ Χ(ριστο)ῦ. ☩ |