Manumission record. Stele of white marble.
1 | Κάλλιππος Ἀσκλαπιο͂ι· Ξένων- |
ος ἄρχοντος, ἀφίετι Κάλλιππος | |
Φιλωνίδαν ἐλεύθερον ἐναντί- | |
α τῶ Ἀσκλαπιῶ, παραμενέμεν | |
5 | δὲ Φιλωνίδαν παρὰ Κάλλιππον ἇ- |
ς κα ζώε Κάλλιππος· ὅστις δέ κα ἀδ- | |
ικέσε Φιλωνίδαν παρὰ τὰ Κάλλιππ- | |
ος ἐν τῇ στάλῃ γέγραφε, τόν τε Ἀσκλ- | |
απιὸν κὴ τὼς ἄλλως θεὼς ἐπιτινέ[μεν] | |
10 | κὴ μὲ ποθικέμεν Φιλωνίδαο τῶν Καλ[λ]- |
ίππω ἐγγόνων μεθένα· Φιλωνίδας [δ]- | |
έ, καθάπερ ὀμώμοκε τὸν Ἀσκλαπιόν, | |
ἐμενέμεν τοῖς ὅρκυς· Φιλωνίδα- | |
ς δέ, ἐπὶ κ’ ἀποτρέχε, ἐλεύθερος | |
15 | ἀποτρεχέτω λαβὼν τὰ σκεῦ- |
α τὰ κὰτ τὰν τέχναν· δώσε | |
δὲ κὴ Περσίδι ἑκατὸν δραχμά[ς]· | |
μάρτυρες ὁ Ἀσκλαπιός, Πίθθες | |
Ἀριστοκράτεος, Καπίων Καλλιστ- | |
20 | ράτω, Λακόων Κράτετος, Διονύ- |
σιος Καλλίαο, Καλλίας Κλέωνος, | |
Σωκράτεις Δαμενέτω. |