Manumission by consecration to Charops Herakles.  Block of bluish marble, inscribed on two faces.
[ ] Boiotia — Koroneia — late 3rd c. BC — AD 2 (1916) 218, A,2
See also:
1 θιός· τιούχα ἀγα-
[θ]ά· Μνασιξένω ἄρ-
χοντος, μεινὸς
Θιουίω, Ὀφέλειμος
5 Νικίππω ἀντίθειτι
τὰν ϝιδίαν θαρά-
πηναν Σούραν ἱα-
ρὰν τῦ Ἡρακλῖ τῦ Χά-
ροπι, παρμείνασαν
10 αὐσαυτῦ ἅως κα
δώει, ἀνενκλείτως·
παρμεινάτω δὲ κὴ
[Φ]ίλωνι, ἔττε πᾶν κα
γένειτη ϝετίων ϝίκα-
15 τι κὴ ἑνός· τὸν δὲ με-
θ’ οὗτα χρόνον λειτωρ-
[γ]ίτω Φίλωνι τὰς θιουσί-
[α]ς πάσας κὴ Νικίππυ
[τ]ὰ Ἀκρῆα· ἑρπέτω δὲ [κ]
20 [τ]ὰν {τὰν} ὁδὸν τὰν Βοιω-
[τ]ίαν ἑκάστω ἐνιαυτῶ
Ἀκρήεις τε κὴ Παναμί-
εις τὰ νομιδδόμενα·
εἰ δέ τίς κα καταδου-
25 λίδδειτη Σούραν, κου-
ρία ἔστω ἁ ἱάρεια τῶ Ἡ-
[ρ]ακλεῖος τῶ Χάροπος [κ]-
ὴ Βοιωτῶν ὁ βειλόμε-
νος· ϝίστορες Ἄνδρων
30 Μνασίππω, Νίκιππος
Πολιουκράτιος, Θίων
Σαάνδρω, Πάνδων
Θιοζότω.
Search Help