Manumission by consecration to Sarapis and Isis. Two stone fragments, reused in a house in Orchomenos.
[ ]
Boiotia — Orchomenos — late 3rd/early 2nd c. BC — IG VII 3198 — Wilhelm, Neue Beiträge IV (1915) 18, 3
See also:
1 | [Θάρσωνος ἄρχοντος, ἱαρειάδδοντος Ξενοκρ]άτιος [Με]ι[λιχίδαο], |
[π]ολε[μαρχιόντ]ων Δο[ρκίλλιος Ἀθανοδώρω], Λ<ι>ούκωνος Εὐγίτονος, Σάων[ος] | |
[Ἅ]βρων[ος, Εὐδί]κα κὴ Ἀρισσ[τὶς Καφισίου ἀ]ντίθεντι τὸν ϝίδιον ϝυκέταν | |
Ἀπολλώνιον ἱαρὸν εἶμεν [τῶ Σαράπιος κ]ὴ τᾶς Ἴσιος, κὴ μεὶ ἐσσεῖμεν μειθενὶ | |
5 | καταδουλίττασθη Ἀπολλώ[νιον μειδὲ] ἐφάπτεστη· ἠ δέ κά τις καταδουλίδ- |
δειτη εἲ ἐφάπτειτη, κούριος ἔστω ὁ ἱα[ρεὺ]ς κὴ τὺ πολέμαρχυ σουλῶντες κὴ | |
δαμιώοντες, κὴ τῶν ἄλλων ὁ βειλό[μενο]ς κὴ τὺ σούνεδρυ δαμιώνθω τὸν ἀδικίον- | |
τα· παρεῖς τῇ Εὐδίκῃ κὴ τῇ Ἀριστίδ[ι ὁ πατ]εὶρ Καφισίας Ἀριστίωνος. |