Manumission by consecration to Megale Mater. Block of white marble.
| 1 | ἄρχοντος Εὐάνδρου, μηνὸς Βουκατί- |
| ου πεντεκαιδεκάτῃ, Θέων Διονυσίου | |
| καὶ Ἀθηναῒς Φάωνος, κατοικοῦντες | |
| ἐγ Χαιρωνείαι, ἀνέθηκαν τὴν ἰδίαν | |
| 5 | θρεπτὴν Διονυσίαν ἱερὰν τῇ Μη- |
| τρὶ τῶν Θεῶν, παραμείνασαν ἑαυτο- | |
| ῖς ἕως ἂν ζῶσιν ἀνενκλήτως, καὶ Θέω[ν] | |
| Διονυσίου ἀ[ν]ατίθησιν τὸν ἴδιον δο[ῦ]- | |
| λον Κέρδωνα ὡσαύτως παραμε[ί]- | |
| 10 | ναντα ἑαυτῷ τε καὶ Ἀθηναΐδι ἕως ζῶσ[ι] |
| ἀνεγκλήτως· τὴν ἀνάθεσιν ποιούμεν- | |
| οι διὰ τοῦ συνεδρίου κατὰ τὸν νόμον. |