Manumission by consecration to Sarapis.  Base of white stone, inscribed on two faces.
[ ] Boiotia — Chaironeia — 2nd c. BC — IG VII 3376
See also:
1 ἄρχοντος ἐγ Χαιρωνείαι Ἀρίστωνος,
μηνὸς Ἀγριωνίου πεντεκαιδεκάτῃ,
Θέων Θεομνήστου Φανατεὺς ἀνέθη-
κεν ἐγ Χαιρωνείαι ἱερὸν τῶι Σαράπι τ-
5 ὸν ἴδιον θρεπτὸν ὃν εἶχε οἰκογενῆ, ὧι ὄνο-
μα Σώσων· τὴν ἀνάθεσιν ποιούμενος
διὰ τοῦ συνεδρίου κατὰ τὸν νόμον Χαι-
ρωνέων. ἐξενεγκάτω δὲ Σώσων τὸν
ἔρανον, ὃν συνάγαγε Θέων ἐμ Φανατεῖ,
10 τὸ ὑπὲρ Θέωνος ὄνομα, ἕως ἂν τέλος λά-
βῃ ὁ ἔρανος· τὴν δὲ οἰκίαν, ἧς ἔχει τὴν κτ-
ῆσιν Ἁρμέας Ἀρίστωνος Φανατεὺς πε-
πιστευμένος παρὰ Σώσωνος, κομι[ζ]έ-
σθω Σώσων τὸ ἐπ’ αὐτῇ δάνειον, καὶ κελευ-
15 σάτω ἀποδοῦναι τὴν ὠνὴν τῆς οἰκίας
Ἁρμέαν Θέωνι. μάρτυρες Ἀρίστων Ἁρμέου,
Εὔδαμος, Ἐχεκράτης οἱ Εὐφάνεος Φανατεῖς,
Ἐράτων Ἀμινίου, Ἀντί[γ]ων Ἀριστογείτονος,
Πυρρίνας Ὁμολωΐχω Χαιρωνεῖς.
Search Help