Manumission by consecration to Sarapis. Marble base, reused as a corner block in a church.
1 | ἄρχοντος Ζωΐλου τοῦ Εὐάνδρου, μηνὸς Πανβοιωτίου τριακάδι, Ὀνήσιμο[ς] Σιμίου καὶ |
Παρθένα Ἀνδρονίκου ἀφιᾶσι τὴν ἰδίαν δούλην Ἑρμαίαν ἐλευθέραν, ἱερὰν τῷ Σαράπι, | |
παραμείνασαν Παρθένᾳ ἕως ἂν ζῇ ἀνενκλήτως, μὴ προσήκουσαν μηθενὶ | |
μηθέν· τὴν ἀνάθεσιν ποιούμενοι διὰ τοῦ | |
5 | συνεδρίου κατὸν νόμον. |