Manumission by consecration to Zeus Basileus and Trophonios.  White marble stele.
[ ] Boiotia — Lebadeia — early 2nd c. BC — IG VII 3083
See also:
1 θιός· τούχα ἀγα-
θά.
Ϝαστίαο ἄρχοντος
Βοιωτῦς, ἐν δὲ Λεβα-
5 δείη Δόρκωνος, Δωΐλος
Ἰρανήω ἀντίθειτι τὸν
ϝίδιον θεράποντα Ἀν-
δρικὸν τῦ Δὶ τῦ Βασιλεῖι
κὴ τῦ Τρεφωνίυ ἱαρὸν εἶ-
10 μεν, παρμείναντα πὰρ
τὰν ματέρα Ἀθανοδώ-
ραν ϝέτια δέκα, καθὼς ὁ
πατεὶρ ποτέταξε· ἠ δέ κα
ἔτι δώει Ἀθανοδώρα, εἴσι
15 Ἀνδρικὸς φόρον τὸν ἐν τῇ
θείκῃ γεγραμμένον· ἠ δέ τι
κα πάθει Ἀθανοδώρα, παρμ-
ενῖ Ἀνδρικὸς τὸν περιττὸν
χρόνον πὰρ Δωΐλον, ἔπιτα ἱ[α]-
20 ρὸς ἔστω, μεὶ ποθίκων μει-
θενὶ μειθέν· μεὶ ἐσσεῖμε-
ν δὲ καταδουλίττασθη
Ἀνδρικὸν μειθενί· Ἀν-
δρικὸν δὲ λειτωργῖμεν
25 ἐν τῆς θοσίης τῶν θιῶ[ν]
{ων} οὕτων.
Search Help
Contact Us