Manumission by consecration to Zeus Basileus and Trophonios.  White limestone base.
[ ] Boiotia — Lebadeia — late 3rd c. BC — IG VII 3081
See also:
1 [Φιλλ]ὼ Νιομινίω, παριόντος [αὐτῇ κὴ τ]ῶ ουἱῶ Νιομεινίω Ἀ[ριστί]ωνος, ἀντίθ[ειτι]
τὰν ϝιδίαν δούλαν Ἑρμαΐαν τεῖ Δὶ τεῖ Βασιλεῖ κὴ τῦ Τρε[φ]ωνίυ ἱαρὰν εἶμ[εν]
τὸν πάντα χρόνον, μείτε Φιλλῷ ποθίκωσαν μείτε τῦς κλαρονόμυς αὐ-
τᾶς μείτε ἄλλει μειθενὶ κατὰ μειδένα τρόπον· εἰ δέ κά τις ἀντιποιεῖτη Ἑ-
5 ρμαΐας εἲ ἄλλο τι ἀδικῖ καθ’ ὃν δεί τινα ὦν τρόπον, ὁπερδικιόνθω κὴ προισ-
τάνθω τύ τε ἱαρεῖες κὴ τὺ ἱαράρχη τὺ ἠῒ ἔναρχει ἰόντες κὴ τῶν ἄλλων ὁ βε[ι]-
λόμενος· ϝίστορες Διογίτων Ἀφελίσκω, Ξένων Καφισοδώρω, Καρπῖνος Εὐ-
[ν]ίκω, Πουθαγόρας Κλίωνος.
Search Help