Manumission by consecration to Zeus Basileus and Trophonios.  White limestone base.
[ ] Boiotia — Lebadeia — late 3rd c. BC — IG VII 3080
See also:
b.1 [— — — — — — ἄρχον]το[ς, Σάων Σωκράτιο]ς ἀ[ντίθειτι τὸ ϝί]διο[ν] δουλι[κὸν]
[π]αιδάριον Ἀθάνωνα τῦ Δὶ τεῖ Βασιλεῖ κὴ τεῖ Τρεφωνίει ἱαρὸν εἶμεν τὸν πάν[τα]
[χ]ρόνον ἀπὸ τᾶσδε τᾶς ἁμέρας, μεὶ ποθίκοντα μείτε αὐτεῖ Σάωνι μείτε ἄλλει
[μ]ειθενὶ κατὰ μειθένα τρόπον· ἠ δέ κά τις ἀντιποιεῖτη Ἀθάνωνος εἲ ἄλλο τι ἀδικ[εῖ]
5 [κ]αθ’ ὅντινα ὦν τρόπον, οὑπερδικιόνθω κὴ προιστάνθω τύ τε ἱαρεῖες κὴ τε[ὶ]
[ἱα]ράρχη τὺ ἠῒ ἀντιτιουνχάνοντες κὴ τῶν ἄλλων ὁ βειλόμενος· ϝίστορε[ς]
[Σω]κράτεις Σάωνος, Εὔβωλος Σωκράτιος, Νίκαρχος κὴ Κράτων Εὐνοστίδ[αο].
Search Help
Contact Us