[ ]
Pamph. — Perge (Aksu): Lyrboton Kome (Varsak) — Rom. Imp. period — ABSA 17.1910.225,1 — EA 11.1988.162,159 — SEG 6.680
1 | Ἑρμαῖος Ἀπολλωνίου Ἑρμαίου Ἑρμαίῳ |
δὶς Ἀπολλωνίου τῷ καὶ Θεοδοτιανῷ | |
τῷ υἱῷ αὐτοῦ ὄντι τοῦ τάγματος τῆς ἐν | |
Πέργῃ γερουσίας καὶ δόντος τῇ γερουσίᾳ | |
5 | ὑπὲρ ἱεροσύνης {²⁶ἱερωσύνης}²⁶ διὰ βίου δηνάρια ἑξακό- |
σια καὶ Μαρκίᾳ Ἄττῃ Μοληους τῇ γυναικὶ αὐ- | |
τοῦ ἱερείᾳ Δήμητρος διὰ βίου· μετὰ δὲ κα- | |
τατεθ[ῆ]ναι τὴν Μαρκίαν κατακορακωθῆ- | |
ναι αὐτὸ ὑπὸ τῶν κληρονόμων αὐτῆς. | |
10 | εἰ δέ τις ἕτερον πτῶμα καταθῆται, ἔστω |
ὑποπρόστειμος τῷ κοιριακῷ {²⁶κυριακῷ}²⁶ ταμείῳ δη- | |
ναρίοις χειλίοις πεντακοσίοις· καὶ ὁ ἐν- | |
δειξάμενος λήνψεται {²⁶λήμψεται}²⁶ τὸ τρίτον τοῦ | |
προστείμου |