[ ] Pamph. — Perge (Aksu) — 1st-2nd c. AD — Mansel-Akarca, Excav. Perge (1949) 18,26 cf. BE 1950,204, pp. 203, 206 — EA 11.1988.151,102 — GVI 1083; Merk.-Staub. IV 18/13/06
1 θρέψατο μέν <με> πάτρη Βυζάντιον, ἡ δὲ Σε-
βῆρα / μήτηρ Δᾳδούχῳ τίκτε φίλῳ γενέτῃ· /
Μαρκιανὴ δ’ ἦν μοι τὸ πρὶν οὔνομα, νῦν
δὲ θανοῦσαν / Μοῖρα πρὶν ἡλικίης νόσφι-
5 σεν ἠελίου· / δωδεκέτην γὰρ ἔλασσε πρὸς
Ἄϊδα, θάψε δὲ κούρην / μήπω τοῦ γλυκεροῦ
γευσαμένην βιότου. //
Φλ(άουιος) Δᾳδοῦχος ἑαυτῷ τὸ ἀνγεῖον
κατεσκεύασεν· ἑτέρῳ δὲ οὐδενὶ ἐξέ-
10 σται βαληθῆναι· ἐὰν δέ τις τολμήσῃ,
δώσει τῷ κυριακῷ ταμείῳ (δην.) ͵βφʹ
τὸ δὲ κενοτάφιον ᾧ ἂν διατάξωμαι
Search Help
Contact Us