[ ]
Pamph. — Perge (Aksu) — 1st-2nd c. AD — Mansel-Akarca, Excav. Perge (1949) 18,26 cf. BE 1950,204, pp. 203, 206 — EA 11.1988.151,102 — GVI 1083; Merk.-Staub. IV 18/13/06
| 1 | θρέψατο μέν <με> πάτρη Βυζάντιον, ἡ δὲ Σε- |
| βῆρα / μήτηρ Δᾳδούχῳ τίκτε φίλῳ γενέτῃ· / | |
| Μαρκιανὴ δ’ ἦν μοι τὸ πρὶν οὔνομα, νῦν | |
| δὲ θανοῦσαν / Μοῖρα πρὶν ἡλικίης νόσφι- | |
| 5 | σεν ἠελίου· / δωδεκέτην γὰρ ἔλασσε πρὸς |
| Ἄϊδα, θάψε δὲ κούρην / μήπω τοῦ γλυκεροῦ | |
| γευσαμένην βιότου. // | |
| Φλ(άουιος) Δᾳδοῦχος ἑαυτῷ τὸ ἀνγεῖον | |
| κατεσκεύασεν· ἑτέρῳ δὲ οὐδενὶ ἐξέ- | |
| 10 | σται βαληθῆναι· ἐὰν δέ τις τολμήσῃ, |
| δώσει τῷ κυριακῷ ταμείῳ (δην.) ͵βφʹ | |
| τὸ δὲ κενοτάφιον ᾧ ἂν διατάξωμαι |