[ ]
Pamph. — Perge (Aksu) — 2nd c. AD?
1 | Εὐτυχιανὸς Μάγνου Φιλίππου Τηλέφου ἱερεὺς Νεμέσεως ἐνοδίας κατεσκεύασεν ἑαυτῷ οἴκημα σωματοθήκης ψαλιδωτὸν καὶ τῇ συμβίῳ Ευτυχίᾳ |
καὶ θυγατρὶ Εὐτυχιανῇ καὶ τοῖς ἐξ αὐτῆς τέκνοις καὶ οἷς ἂν αὐτοὶ διατάξονται· ἄλλῳ δὲ οὐδενὶ ἐξέσται· εἰ δὲ μή γε ἔσται ὑπεύ<θυ>νος ἰς τὸ ἱερότατον ταμεῖον (δην.) ͵βφʹ |