[ ] Pamph. — Perge (Aksu) — 2nd c. AD?
1 Εὐτυχιανὸς Μάγνου Φιλίππου Τηλέφου ἱερεὺς Νεμέσεως ἐνοδίας  κατεσκεύασεν ἑαυτῷ οἴκημα σωματοθήκης ψαλιδωτὸν καὶ τῇ συμβίῳ Ευτυχίᾳ
καὶ θυγατρὶ Εὐτυχιανῇ καὶ τοῖς ἐξ αὐτῆς τέκνοις καὶ οἷς ἂν αὐτοὶ διατάξονται· ἄλλῳ δὲ οὐδενὶ ἐξέσται· εἰ δὲ μή γε ἔσται ὑπεύ<θυ>νος ἰς τὸ ἱερότατον ταμεῖον (δην.) ͵βφʹ
Search Help
Contact Us