[ ]
Pamph. — Perge (Aksu) — 193-203/4 AD
1 | [ἱέρε]ια θεᾶς Ἀρτέ[μ]ιδος |
[Πε]ργαίας ἀσύλου διὰ | |
[βί]ο̣υ̣ Αὐρηλία Παυλῖνα | |
[ἀρχ]ι̣ερασαμένη τῶν | |
5 | [Σεβ]αστῶν ἐν τῇ Σιλλυ- |
[έων] πόλει μετὰ τοῦ γενο- | |
[μέν]ου ἀνδρὸς αὐτῆς Ἀκυ- | |
[λίου τ]ο̣ῦ φύ(σει) υἱοῦ Κιδραμύου, | |
[θυγάτ]ηρ δὲ Διονυσίου Ἀπέλλου | |
10 | [․․․․․] καὶ Αἰλιανῆς Τερτύλλης, |
[τειμηθ]εῖσα δὲ καὶ ὑπὸ θεοῦ Κομό- | |
[δου πολ]ι̣τείᾳ Ῥωμαίων, τὸ ὑδρεῖο[ν] | |
[ἐκ θεμε]λ̣ίων σὺμ παντὶ τῷ περὶ αὐ- | |
[τὸ κόσμῳ] κ̣ατασκευάσασα ἐκ τῶν ἰ[δί]- | |
15 | [ων] κ̣α̣θ̣ι̣έ̣ρ̣ω̣σ̣[εν] |