[ ] Pamph. — Perge (Aksu) — 81-96 AD — SEG 49.1889 cf.
1 Γναῖος Ποστο[ύ]μιος Κοΐντου υἱὸς Κολ-
λείνα Κορνοῦ[τ]ος, ἀρχιερεὺς τῶν Σεβασ-
τῶν καὶ ἀγωνο[θέ]της τῶν μεγάλων πεν-
ταετηρικῶν Κα[ισ]αρήων [ἀ]γώνων ἐκ τῶν
5 ἰδίων, καὶ ἀγωνοθέτης Ἀρτεμεισείων
Οὐεσπασιανείων ἀγώνων, φιλόκαισαρ καὶ
φιλόπατρις, πα[ν]άρετος, υἱὸς τῆς πό-
λεως, τὸ ἐν τῷ ἱματιοφυλακίῳ τῶν
ποικίλων κειόνων δωδεκάσστυλον
10 καὶ τοὺς πρὸ αὐ[τ]οῦ μέσους τέσσαρας κεί-
ονας ἐκ τῶν ἰδίων ἀνέθηκε καὶ καθιέρω-
                                      σε
Search Help
Contact Us