[ ]
Pamph. — Perge (Aksu) — aft. 20 AD — *EA 24.1995.22-36 — EA 25.1995.29-34 cf. — SEG 45.1772
a.left | — — — |
1 | [τὴν] κ̣αὶ Π̣ανθ̣ίαν |
Πελοπίδης Λυσι[μάχου] | |
ὁ υἱὸς κατὰ διαθ[ήκην] | |
b.right | — — — |
1 | Ἀρίσταν Ἀσκληπιά[δου] |
Ἀπολλώνιος Λυσιμά[χου] | |
τὴν γυναῖκα | |
εὐνοίας ἕνεκε | |
5 | καὶ σωφροσύνης |
θεοῖς | |
01 | [Περγαίων ψήφισμα· — —] |
02 | [ἐπειδὴ Ἀπολλώνιος Λυσιμάχου — —] |
1 | [— — — — — — — — — — — — — —]ΟΘ |
[— — — — — — — — —]ΝΑ̣Ε̣[— — —]ΜΕ | |
[— — — — —]ΟΙ̣Δ․Ν․․Μ[— — — —]Λ̣Ε̣ | |
[— — —]Α [οὐ μ]όνον̣ ἐ̣νθάδ̣[ε], ἀ̣λ̣λ̣ὰ̣ [κ]α̣ὶ̣ ἐπ̣ὶ τῆς ξ[έν]η̣ς̣ π̣[ρεσβεύ(?)]σας | |
5 | [— — — ἐπ]ὶ̣ Γ̣ε̣ρ̣μ̣α̣νικὸν Καίσαρα ἐν̣εδείξατο· εὐσεβὴς δὲ ὑπάρ- |
[χων πρὸ]ς̣ τ̣ὸν τῶν Σεβαστῶν οἶκον, φιλόδοξος δὲ̣ κ̣α̣ὶ̣ π̣ρ̣ὸς ἅπαν[— —] | |
[τοὺς πολίτα]ς εἰς τὴν Σεβαστὴν ἀγορὰν μετὰ πάσης χαρᾶς ἐπαν- | |
[άγων ἐκαθ]ί̣σατο· v πάντοτε δὲ τῇ πατρίδι εἰς τὰ ἐπιτασσόμενα | |
[ὑπακούον]τ̣α ἑαυτὸν ἐπέδωκεν· ἀνυπέρβλητον δὲ ἔχων τὴν | |
10 | [φιλοτειμίαν] ὑπὲρ τῶν ἐπειγόντων τῇ πόλει προθυμότατα ὑπέσ- |
[χετο πρεσβε]ύσειν εἰς Ῥώμην δωρεὰν ὡς ἂν φιλόπατριν καὶ πά- | |
[σῃ ἀρετῇ τὴ]ν̣ ἑαυτοῦ ἐπιδείξας ψυχὴν ἄφειστον καὶ δαψιλῆ· εὐτυ- | |
[χῶς τε τῇ πό]λει τὴν ἐπὶ Ῥώμης τελέσας ἐπιδημίαν ἐπανῆλθεν· πρέ- | |
[πον δὲ δῆμ]ος ἡγεῖται τοὺς οὕτως ὑπὲρ τῆς πατρίδος σπουδαίως | |
15 | [πολιτεύοντα]ς ταῖς καταξίοις ἀμείβεσθαι τειμαῖς πρὸς τὸ καὶ τοὺς |
[ἄλλους εἰδ]ότας τὰς τῆς πόλεως ἀμοιβαίας χάριτας εἰς τὸ λοιπὸν ζη- | |
[λωτὰς τῶν τ]οιούτων ἀνδρῶν γείνεσθαι· τύχῃ ἀγαθῇ· ἔδοξε τῇ βου- | |
[λῇ ἐστεφα]νῶσθαι μὲν αὐτὸν χρυσῷ στεφάνῳ ἀριστείῳ, τετειμῆσθαι | |
[δὲ καὶ εἰκόν]ι γραπτῇ ἐν ὅπλῳ ἐπιχρύσῳ καὶ ἀνδριάντι· καὶ τὴν μὲν εἰκόνα | |
20 | [ἀνατεθῆναι] ἐν τῷ παιδικῷ γυμνασίῳ, ἐπιγραφῆς γενομένης· "ὁ δῆμος ἐ- |
[τείμησεν] Ἀπολλώνιον Λυσιμάχου, ἄνδρα καλὸν καὶ ἀγαθὸν καὶ φι- | |
[λόπατριν], πάσῃ τε ἀρετῇ καὶ διὰ προγόνων κεκοσμημένον"· τὸν δὲ | |
[ἀνδριάντα] ἀνατεθῆναι ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος κατὰ τὸν ἐπι̣φ̣ανέσ- | |
[τατον τόπο]ν· ἐπὶ δὲ τῆς βάσεως ἐπιγραφῆναι τοῦδε τοῦ ψηφίσ[μ]ατος | |
25 | τὸ ἀντίγραφον |