[ ] Pamph. — Perge (Aksu) — Lanckoronski-Petersen 164,29 + ASAA 8-9.1925/26.374,23-25 — EA 11.1988.106,7 — SEG 6.724-725 (IB, 2B), 38.1396
A.frg. 1 — — —
1 τα ζηλωταὶ τῶν ὁμοίων γί-
νωνται· ἀγαθῆι τύχηι· δεδόχθα[ι]
ἐπῃνῆσθαί τε ἐπὶ πᾶσι τοῖς προ-
γεγραμμένοις Στασίαν Βοκίου
5 καὶ τετιμῆσθαι χρυσῶι στεφά-
νωι ἀριστείωι καὶ εἰκόνι χαλκῆ[ι],
ἣν καὶ ἀνασταθῆναι ἐν τῶι ἱερῶ[ι]
τῆς Ἀρτέμιδος κατὰ τὸν ἐπιφα-
νέστατον τόπον καὶ ἐπιγραφῆναι
10 ἐπὶ τῆς βάσεως· "ὁ δῆμος ὁ Περ-
γαίων ἐτίμησε Στασίαν Βοκίου
χρυσῶι στεφάνωι καὶ εἰκόνι χαλ-
κῆι γενόμενον κατὰ πόλιν στρατη-
γόν." {²vac.}² ὁ δῆμος ἐτίμησε
15 τὸ δεύτερον Στασίαν Βοκίου
ταῖς ὑπογεγραμμέναις τιμαῖς
γυμνασιαρχήσαντα·
ἔδοξε Περγαίων τῆι βουλῆι καὶ τῶ[ι]
δήμωι· ἐπεὶ Στασίας Βοκίου, ἀνὴρ κ[α]-
20 λὸς καὶ ἀγαθός, ζηλωτὴς ὑπάρχω[ν]
τῶν καλλίστων, ἔν τε ταῖς λοιπαῖς [․․․]-
αις καλῶς ἀνεστραμμένος καὶ [ἐν]
τοῖς ἄλλοις πᾶσιν ἄριστα πολιτευ[όμε]-
νος διατελεῖ, κατασταθεὶς δὲ καὶ γ[υμνα]-
25 σίαρχος ἡγήσατο τοῦ γυμνασίο[υ πρε]-
[π]όντως καὶ τῆς τῶν ἐφήβων καὶ [νέων]
σωφροσύνης προέστη ὡς βέλτ[ιστον]
ἀκόλουθον ἑαυτὸν ε̣ν̣ι̣․[— —]
νος̣ ἀξίως ἑαυτοῦ [— —]
— — —
frg. 2 [— — — ἵνα καὶ οἱ]
30 [ἄλλοι] βλέποντες τὸν δ̣<ῆ>μ̣[ον τὰς]
πρεπούσας ἀπονέμοντα τιμὰ[ς]
[τ]οῖς ἀρίστοις σπεύδωσιν ἐφάμιλ[λοι]
[γί]νεσθαι τοῖς τοιούτοις τῶν ἀνδρ[ῶν]
                 {²vacat}²
B.frg. 1 — — —
34 ἀναστραφεὶς ἐν αὐτοῖς ἀνδρε[ί]-
35 ως καὶ ἐπιεικῶς, καὶ ἔσπευκεν
κατὰ πάντα τὸν δῆμον ἐν εἰ-
ρήνηι τε καὶ ἀσφαλείαι διατηρῆσαι,
δι’ ἣν αἰτίαν ἐσχηκότος διηνεκῶς
τοῦ δήμου ἀποδείξεις τῆς τοῦ
40 ἀνδρὸς ἀρετῆς τε καὶ εὐνοίας καὶ
φιλαγαθίας ἐπιβάλλει καὶ αὐτῶι τι-
μῆσαι τὸν ἄνδρα πάλιν ταῖς καθη-
κούσαις τιμαῖς· ἀγαθῆι τύχηι·
ἐπῃνῆσθαι Στασίαν Βοκίου ἐπὶ
45 πᾶσι τοῖς προγεγραμμένοις καὶ
ἐφ’ ἧι ἔχων αἱρέσει διατελεῖ εἰς τὰ
τοῦ δήμου πράγματα, καὶ ἐστεφα-
νῶσθαι αὐτὸν χρυσῶι στεφάνωι
ἀριστείωι, τετειμῆσθαι δὲ αὐτὸν
50 καὶ εἰκόνι χαλκῆι, ἣν καὶ ἀνασταθῆ-
ναι ἐν τῶι τῆς Ἀρτέμιδος ἱερῶι κατὰ
[τ]ὸν ἐπιφανέστατον τόπον, καὶ ἐπι-
[γρ]αφῆναι ἐπὶ τῆς [β]άσεως· "ὁ δῆμος
[ὁ Π]εργαίων ἐτίμησε Στασίαν Βοκίου
55 [κα]τασταθέντα ἐπὶ τῆς τηρήσεω[ς]
[τῆ]ς πόλεως πλεονάκι καὶ τοῦ [δή]-
[μο]υ καὶ τῶν ξένων ἀνδραγα[θί]-
[ας] ἕνεκεν καὶ ἀρετῆς ἄριστα [πε]-
[π]ολιτευμέ[νον] χρυσῷ στεφά[νωι]
60 [ἀ]ριστείωι κ[αὶ εἰκό]νι χαλκῆι".
— — —
frg. 2 — — —
61 [— — —]λησιν οὐδ[— —]
[— — —μ]ενος, ἀλλὰ πολλὰ [— —]
[— — —]ε καὶ ἁπερ οὐκ ἧν ε[— —]
[— — —]ν τῶν νέων καὶ ἐφήβων [— —]
65 [καὶ εἰς] τὴν εὐσχημοσύνην το[ῦ γυμνα]-
[σίου] τοῖς τε ἀπὸ τῶν μαθημάτ[ων ἀπαρχο]-
μ[έν]οις καὶ καταντῶσιν εἰς τ[ὴν πόλιν]
φιλαγάθως καὶ πρεπόντως [προσεφέ]-
ρετο, ἐξ ὧν συνέβαινεν τῆι [μὲν πό]-
70 λει τὴν εὐφημίαν, τοῖς δὲ ἐφήβ[οις καὶ]
τοῖς νέοις [ο]ὐ τὴν τυχοῦσαν [φέλειαν]
περιγίνεσθαι· ὅπως οὖν καὶ ὁ δῆμος
φαίνηται τοῖς τοιούτοις τῶν ἀνδρῶν
[τὰς πρέπουσας χάριτας ἀποδιδούς]
— — —
Search Help
Contact Us