[ ]
Pamph. — Perge (Aksu) — Lanckoronski-Petersen 164,29 + ASAA 8-9.1925/26.374,23-25 — EA 11.1988.106,7 — SEG 6.724-725 (IB, 2B), 38.1396
A.frg. 1 | — — — |
1 | τα ζηλωταὶ τῶν ὁμοίων γί- |
νωνται· ἀγαθῆι τύχηι· δεδόχθα[ι] | |
ἐπῃνῆσθαί τε ἐπὶ πᾶσι τοῖς προ- | |
γεγραμμένοις Στασίαν Βοκίου | |
5 | καὶ τετιμῆσθαι χρυσῶι στεφά- |
νωι ἀριστείωι καὶ εἰκόνι χαλκῆ[ι], | |
ἣν καὶ ἀνασταθῆναι ἐν τῶι ἱερῶ[ι] | |
τῆς Ἀρτέμιδος κατὰ τὸν ἐπιφα- | |
νέστατον τόπον καὶ ἐπιγραφῆναι | |
10 | ἐπὶ τῆς βάσεως· "ὁ δῆμος ὁ Περ- |
γαίων ἐτίμησε Στασίαν Βοκίου | |
χρυσῶι στεφάνωι καὶ εἰκόνι χαλ- | |
κῆι γενόμενον κατὰ πόλιν στρατη- | |
γόν." {²vac.}² ὁ δῆμος ἐτίμησε | |
15 | τὸ δεύτερον Στασίαν Βοκίου |
ταῖς ὑπογεγραμμέναις τιμαῖς | |
γυμνασιαρχήσαντα· | |
ἔδοξε Περγαίων τῆι βουλῆι καὶ τῶ[ι] | |
δήμωι· ἐπεὶ Στασίας Βοκίου, ἀνὴρ κ[α]- | |
20 | λὸς καὶ ἀγαθός, ζηλωτὴς ὑπάρχω[ν] |
τῶν καλλίστων, ἔν τε ταῖς λοιπαῖς [․․․]- | |
αις καλῶς ἀνεστραμμένος καὶ [ἐν] | |
τοῖς ἄλλοις πᾶσιν ἄριστα πολιτευ[όμε]- | |
νος διατελεῖ, κατασταθεὶς δὲ καὶ γ[υμνα]- | |
25 | σίαρχος ἡγήσατο τοῦ γυμνασίο[υ πρε]- |
[π]όντως καὶ τῆς τῶν ἐφήβων καὶ [νέων] | |
σωφροσύνης προέστη ὡς βέλτ[ιστον] | |
ἀκόλουθον ἑαυτὸν ε̣ν̣ι̣․[— —] | |
νος̣ ἀξίως ἑαυτοῦ [— —] | |
— — — | |
frg. 2 | [— — — ἵνα καὶ οἱ] |
30 | [ἄλλοι] βλέποντες τὸν δ̣<ῆ>μ̣[ον τὰς] |
πρεπούσας ἀπονέμοντα τιμὰ[ς] | |
[τ]οῖς ἀρίστοις σπεύδωσιν ἐφάμιλ[λοι] | |
[γί]νεσθαι τοῖς τοιούτοις τῶν ἀνδρ[ῶν] | |
{²vacat}² | |
B.frg. 1 | — — — |
34 | ἀναστραφεὶς ἐν αὐτοῖς ἀνδρε[ί]- |
35 | ως καὶ ἐπιεικῶς, καὶ ἔσπευκεν |
κατὰ πάντα τὸν δῆμον ἐν εἰ- | |
ρήνηι τε καὶ ἀσφαλείαι διατηρῆσαι, | |
δι’ ἣν αἰτίαν ἐσχηκότος διηνεκῶς | |
τοῦ δήμου ἀποδείξεις τῆς τοῦ | |
40 | ἀνδρὸς ἀρετῆς τε καὶ εὐνοίας καὶ |
φιλαγαθίας ἐπιβάλλει καὶ αὐτῶι τι- | |
μῆσαι τὸν ἄνδρα πάλιν ταῖς καθη- | |
κούσαις τιμαῖς· ἀγαθῆι τύχηι· | |
ἐπῃνῆσθαι Στασίαν Βοκίου ἐπὶ | |
45 | πᾶσι τοῖς προγεγραμμένοις καὶ |
ἐφ’ ἧι ἔχων αἱρέσει διατελεῖ εἰς τὰ | |
τοῦ δήμου πράγματα, καὶ ἐστεφα- | |
νῶσθαι αὐτὸν χρυσῶι στεφάνωι | |
ἀριστείωι, τετειμῆσθαι δὲ αὐτὸν | |
50 | καὶ εἰκόνι χαλκῆι, ἣν καὶ ἀνασταθῆ- |
ναι ἐν τῶι τῆς Ἀρτέμιδος ἱερῶι κατὰ | |
[τ]ὸν ἐπιφανέστατον τόπον, καὶ ἐπι- | |
[γρ]αφῆναι ἐπὶ τῆς [β]άσεως· "ὁ δῆμος | |
[ὁ Π]εργαίων ἐτίμησε Στασίαν Βοκίου | |
55 | [κα]τασταθέντα ἐπὶ τῆς τηρήσεω[ς] |
[τῆ]ς πόλεως πλεονάκι καὶ τοῦ [δή]- | |
[μο]υ καὶ τῶν ξένων ἀνδραγα[θί]- | |
[ας] ἕνεκεν καὶ ἀρετῆς ἄριστα [πε]- | |
[π]ολιτευμέ[νον] χρυσῷ στεφά[νωι] | |
60 | [ἀ]ριστείωι κ[αὶ εἰκό]νι χαλκῆι". |
— — — | |
frg. 2 | — — — |
61 | [— — —]λησιν οὐδ[— —] |
[— — —μ]ενος, ἀλλὰ πολλὰ [— —] | |
[— — —]ε καὶ ἁπερ οὐκ ἧν ε[— —] | |
[— — —]ν τῶν νέων καὶ ἐφήβων [— —] | |
65 | [καὶ εἰς] τὴν εὐσχημοσύνην το[ῦ γυμνα]- |
[σίου] τοῖς τε ἀπὸ τῶν μαθημάτ[ων ἀπαρχο]- | |
μ[έν]οις καὶ καταντῶσιν εἰς τ[ὴν πόλιν] | |
φιλαγάθως καὶ πρεπόντως [προσεφέ]- | |
ρετο, ἐξ ὧν συνέβαινεν τῆι [μὲν πό]- | |
70 | λει τὴν εὐφημίαν, τοῖς δὲ ἐφήβ[οις καὶ] |
τοῖς νέοις [ο]ὐ τὴν τυχοῦσαν ὠ[φέλειαν] | |
περιγίνεσθαι· ὅπως οὖν καὶ ὁ δῆμος | |
φαίνηται τοῖς τοιούτοις τῶν ἀνδρῶν | |
[τὰς πρέπουσας χάριτας ἀποδιδούς] | |
— — — |