[ ]
Pamph. — Perge (Aksu) — Hellenistic period — GIBM IV,2 (1916), no. 1044 — EA 11.1988.103,4
1 | [— — — — — — — — — — —]ο̣[— —] |
[— — — — — — — — —]η τουτο̣[— —] | |
[— — — — — — — ] προνοοῦντες̣ τῶν [— — εἰς ἄσκη]- | |
[σιν(?) καὶ εὐκ]ο̣σ̣μίαν ἀνηκόντων καὶ λόγωι | |
5 | [καὶ πράξει] φανερὰς τὰς ἀποδείξεις ἐν πᾶ- |
[σιν ἐπ]οήσαντο ἀξίως τῆς πατρίδος· | |
[ἀγ]α̣θῆι τύχηι, δεδόχθαι τῆι βουλῆι κα̣[ὶ] | |
[τ]ῶι δήμωι· ἐπῃνῆσθαι αὐτοὺς ἐπί τε το[ύ]- | |
[τ]ο̣ις καὶ ἐπὶ τῶι ἀ<πὸ> παντὸς τοῦ δικαίου ἄρ- | |
10 | [χεσθ]αι, καὶ στεφανῶσαι αὐτοὺς στεφάνωι |
[χρ]υσῶι ἀρετῆς ἕνεκεν· ἵνα δὲ καὶ οἱ ἄλλοι | |
[ἐ]πὶ τὸν αὐτὸν τόπον προχειριζόμενοι | |
[ἀγ]ορανόμοι εἰδότες τὸν δῆμον ἀπομνη- | |
[μ]ονεύοντα τοῖς καλῶς προϊσταμένοις | |
15 | [π]ειρῶνται ἁμιλλᾶσθαι πρὸς φιλοδο- |
[ξί]α̣ν, ἀναγραφῆναι τόδε τὸ ψήφισμα | |
[εἰ]σ̣τήλην λιθίνην καὶ ἀνατεθῆναι | |
[ἐν] τῶι τῶν Ὡρῶν περιβόλωι κατὰ | |
[τ]ὸν ἐπιφανέστατον τόπον |