[ ]
Lakonike — Kotyrta — 2nd c. BC
1 | ἐπειδὴ Ἀρισταγόρας Ἀγη<ἱ>ξένου [Λακε]- |
δαιμόνιος εὔνους ὢν διατελεῖ τᾶι πό- | |
λει ἁμῶν ἐν παντὶ καιρῶι σπουδᾶς | |
οὐθὲν ἐλλείπων, ἔδοξε τῶι δάμωι | |
5 | τῶν Κοτυρτατᾶν· Ἀρισταγόραν Ἀγη<ἱ>- |
ξένου Λακεδαιμόνιον πρόξενον εἶ- | |
μεν καὶ εὐεργέταν τᾶς πόλεος vacat | |
τῶν Κοτυρτατᾶν αὐτὸν καὶ ἐγόνους· | |
ὑπάρχειν δὲ αὐτῶι γᾶς καὶ οἰκίας ἔν- | |
10 | κτησιν καὶ ἐπινομίαν καὶ ἀσυλίαν καὶ |
πολέμου καὶ εἰράνας καὶ τὰ λοιπὰ | |
τίμια, ὅσα καὶ τοῖς λοιποῖς προξένοι[ς] | |
τᾶς πόλεος ὑπάρχει· καλέσαι δὲ αὐ- | |
τὸν καὶ ἐπὶ τὰν κοινὰν ἑστίαν καὶ δό- | |
15 | μεν αὐτοῖ τοὺς ἐφόρους ξένια τὰ μέ- |
γιστα ἐκ τῶν νόμων· τὰν δὲ προξενί- | |
αν ταύταν ἀναγραψάντω οἱ ἔφοροι | |
οἱ ἐν τῶι μετὰ Βιάδαν ἐνιαυτῶι εἰς στά- | |
λαν λιθίναν καὶ ἀναθέντω εἰς τὸ ἱερὸν | |
20 | τοῦ Ἀπόλλωνος τοῦ Ὑπερτελεάτα. |