[ ] Lakonike — Kotyrta — 2nd c. BC
1 ἐπειδὴ Ἀρισταγόρας Ἀγη<ἱ>ξένου [Λακε]-
δαιμόνιος εὔνους ὢν διατελεῖ τᾶι πό-
λει ἁμῶν ἐν παντὶ καιρῶι σπουδᾶς
οὐθὲν ἐλλείπων, ἔδοξε τῶι δάμωι
5 τῶν Κοτυρτατᾶν· Ἀρισταγόραν Ἀγη<ἱ>-
ξένου Λακεδαιμόνιον πρόξενον εἶ-
μεν καὶ εὐεργέταν τᾶς πόλεος vacat
τῶν Κοτυρτατᾶν αὐτὸν καὶ ἐγόνους·
ὑπάρχειν δὲ αὐτῶι γᾶς καὶ οἰκίας ἔν-
10 κτησιν καὶ ἐπινομίαν καὶ ἀσυλίαν καὶ
πολέμου καὶ εἰράνας καὶ τὰ λοιπὰ
τίμια, ὅσα καὶ τοῖς λοιποῖς προξένοι[ς]
τᾶς πόλεος ὑπάρχει· καλέσαι δὲ αὐ-
τὸν καὶ ἐπὶ τὰν κοινὰν ἑστίαν καὶ δό-
15 μεν αὐτοῖ τοὺς ἐφόρους ξένια τὰ μέ-
γιστα ἐκ τῶν νόμων· τὰν δὲ προξενί-
αν ταύταν ἀναγραψάντω οἱ ἔφοροι
οἱ ἐν τῶι μετὰ Βιάδαν ἐνιαυτῶι εἰς στά-
λαν λιθίναν καὶ ἀναθέντω εἰς τὸ ἱερὸν
20 τοῦ Ἀπόλλωνος τοῦ Ὑπερτελεάτα.
Search Help