[ ] Lakonike — Kotyrta
1 ἐπειδὴ Πειίτας Κρατησινίκ[ου]
Ἀσωπίτας εὔνους ὢν ὑπά[ρχει]
τ̣ᾶι πόλει τῶν Κοτυρτατᾶν [δι]-
[ὰ] προγόνων, νῦν τε τᾶς π[όλιος]
5 [χρ]ε̣ίαν ἐχούσας διαφ[ό]ρ[ων, πα]-
[ρ]αγενομένων ποτ̣’ αὐτ[ὸν εἰς]
[Ἀ]σωπὸν τῶν κατασ̣τ̣ά̣ν̣τ̣[ων]
μετὰ τῶν ἐφόρων ἐκ τ̣[ᾶς πόλιος]
καὶ οἰομένων δεῖν, δα̣νε̣[ῖσαι τᾶι]
10 πόλει ἀργύριον ἐπαγγείλα[το]
καὶ ἔδωκε ὅσου χρείαν ἦχ[εν ἁ πό]-
λις ἄτοκον, ἀπροφάσιστον
ἑαυτὸν ποιῶν, ἔδοξε τᾶι π[ό]-
λει τῶν Κοτυρτατᾶν· [Πειίταν]
15 Κρατησινίκου Ἀσωπί[ταν πρό]-
ξενον ἦμεν καὶ εὐεργέτ̣[αν]
τᾶς πόλιος αὐτὸν καὶ [ἐκγόνους]·
ὑπάρχειν δὲ αὐτῶι καὶ [τοῖς]
ἐκγόνοις καὶ χρημά[σιν ἀσφά]-
20 λειαν καὶ ἀσυλίαν κ[αὶ πολέ]-
[μ]ου καὶ εἰράνας καὶ ἰσοπο[λιτεί]-
αν καὶ ἐπινομίαν καὶ [ἀτέλει]-
αν πάντων· καλεῖν [δὲ αὐτὸν]
καὶ εἰς προεδρίαν ἐν τοῖς [γυ]-
25 μνικοῖς ἀγῶσιν, οἷς ἁ [πόλις]
τίθητι, ὅκκα καὶ τοὺς ἄλλους
προξένους καὶ εὐεργέτας
καλῆι· καὶ τὰ λοιπὰ τίμια ὅσ[α]
καὶ τοῖς ἄλλοις προξένοις καὶ
30 εὐεργέταις τᾶς πόλιος τῶν
Κοτυρτατᾶν· ἀναγράψαι δὲ
τὰν προξενίαν ταύταν
τοὺς ἐφόρους τοὺς περὶ Εὐ-
κρατίδαν εἰς στάλαν λιθί-
35 ναν καὶ ἀναθέμεν εἰς τὸ
ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ
Ὑπερτελεάτα, ὅπως πᾶσιν
φανερὸν ἦι, διότι ἁ πόλις
τοὺς ἰδίους εὐεργέτας τ[ι]-
40 μ̣εῖ ταῖς καταξίοις τιμαῖς.
Search Help
Contact Us