[ ]
Lakonike — Kotyrta — ca. 150-100 BC
1 | ἐπειδὴ Ἄρατος Νικία Λακεδαιμόνι- |
ος ε̣ὔνους ὢν διατελεῖ τᾶι πόλει | |
ἁμῶν καὶ τοῖς πολίταις τοῖς χρείαν | |
ἔχουσι συμπροσγινόμενος ἐκτε- | |
5 | νῶς ἐμ παντὶ καιρῶι, σπουδᾶς καὶ φι- |
λοτιμίας οὐθὲν ἐλλείπων περὶ πᾶσαν | |
χρείαν, <ἃν> τυνχάνει τις ἔχων ἢ κατὰ κοινὸν | |
ἢ καθ’ ἱδίαν, ἔδοξε τῶι δάμωι τῶν Κο- | |
τυρτατᾶν· Ἄρατον Νικία Λακεδαιμόνιον | |
10 | πρόξενον εἶμεν καὶ εὐεργέταν τᾶς πό- |
λεος τῶν Κοτυρτατᾶν αὐτὸν καὶ ἐκγό- | |
νους, ὑπάρχειν δὲ αὐτοῖς γᾶς καὶ οἰκίας | |
ἔγκτησιν καὶ ἐπιγαμίαν καὶ ἐπινομί- | |
αν καὶ ἀτέλειαν καὶ ἀσυλίαν καὶ πολέμου | |
15 | καὶ εἰράνας καὶ τὰ λοιπὰ τ̣[ί]μ̣ι̣[α], ὅσα καὶ |
τοῖς ἄλλοις προ[ξ]ένοις τᾶς πόλεος ὑ- | |
πάρχει· καλέσαι δὲ αὐτὸν καὶ εἰς τὰν | |
κοινὰν ἑστίαν καὶ δόμεν αὐτῶι τοὺς ἐ- | |
φόρους ξένια τὰ μέγιστα ἐκ τῶν νόμων· | |
20 | τὰν δὲ προξενίαν οἱ ἔφοροι οἱ περὶ Παλαι- |
στέαν <ἀν>αγραψάντω εἰς στάλαν λιθίναν | |
καὶ ἀναθέντω εἰς τὸ ἱερὸν τοῦ Ἀπό[λλ]ω- | |
νος τοῦ Ὑπερτελεάτα· γραψάντω δὲ καὶ | |
τοῦ ψαφίσματος ἀντίγραφον ποτὶ τοὺς | |
25 | ἐφόρους τῶν Λακεδαιμονίων. |