[ ]
Lakonike — Boiai
1 | Ἀ̣[ρέσκουσαν τήνδε γονεῖς κλαίουσι θανοῦσαν] |
ἠδ’ ὅσσοι ταύ̣τ̣[ην λαοὶ ἔχουσι πόλιν]· | |
ἦν μὲν γὰρ γεν̣εῆς ἰδ<ί>ης π̣ερ̣ι̣[καλλὲς ἄγαλμα], | |
ὡς σέλας ἠελ[ί]ου, ὡς ῥόδεος στέφανο̣[ς], | |
5 | εἶδος ἔχουσ’ ἐρατὸν ἴκελον χρυσῇ Ἀφ̣[ροδίτῃ], |
ἔργα δ’ Ἀθηναίῃ καὶ φρένας ἠδὲ νόον. | |
οὔ κέν τις ψεύ̣σαιτο πρὸς Οὔλυμπόν [μιν ἀεῖραι] | |
Κύπριδι νηο̣πόλον ἀθανάτους μ[υχίαν] | |
ἢ καὶ Ἀθηνα̣ίης πάρεδρον θέμεν, ἠδὲ [θεράπνην] | |
10 | Ἀρτέμιτος καλῆς τοξοφόρου λοχίης, |
παντοίης ἀρετῆς καὶ εἴδεος εἵνεκ’ ἐ[ραστοῦ] | |
καὶ πινυτῆς ἐρατῆς καὶ φρενὸς ἠγαθ̣[έης]. | |
τῷ ῥ’ ἄμοτον κλαίοντες ἐν οἴκοις οὔπο[τε θυμὸν] | |
ἀινοπαθῆ δ̣ακρύων πλήσουσιν γενέτ[αι], | |
15 | σὴν ἀρετὴν τεά τ’ ἔργα σαοφροσύνην τε π[οθοῦντες] |
εἶδος τε ἠγάθεον, Ἀρέσκουσα κλυτή. |