[ ] Lakonike — Boiai
1 Ἀ̣[ρέσκουσαν τήνδε γονεῖς κλαίουσι θανοῦσαν]
ἠδ’ ὅσσοι ταύ̣τ̣[ην λαοὶ ἔχουσι πόλιν]·
ἦν μὲν γὰρ γεν̣εῆς ἰδ<ί>ης π̣ερ̣ι̣[καλλὲς ἄγαλμα],
ὡς σέλας ἠελ[ί]ου, ὡς ῥόδεος στέφανο̣[ς],
5 εἶδος ἔχουσ’ ἐρατὸν ἴκελον χρυσῇ Ἀφ̣[ροδίτῃ],
E)/RGA D' *)AQHNAI/H| KAI\ FRE/NAS H)DE\ NO/ON.
οὔ κέν τις ψεύ̣σαιτο πρὸς Οὔλυμπόν [μιν ἀεῖραι]
Κύπριδι νηο̣πόλον ἀθανάτους μ[υχίαν]
ἢ καὶ Ἀθηνα̣ίης πάρεδρον θέμεν, ἠδὲ [θεράπνην]
10 Ἀρτέμιτος καλῆς τοξοφόρου λοχίης,
παντοίης ἀρετῆς καὶ εἴδεος εἵνεκ’ ἐ[ραστοῦ]
καὶ πινυτῆς ἐρατῆς καὶ φρενὸς ἠγαθ̣[έης].
τῷ ῥ’ ἄμοτον κλαίοντες ἐν οἴκοις οὔπο[τε θυμὸν]
ἀινοπαθῆ δ̣ακρύων πλήσουσιν γενέτ[αι],
15 σὴν ἀρετὴν τεά τ’ ἔργα σαοφροσύνην τε π[οθοῦντες]
εἶδος τε ἠγάθεον, Ἀρέσκουσα κλυτή.
Search Help
Contact Us