[ ]
Lakonike — Kythera — 2nd c. BC
1 | [— — — — — — —]ω[— — — — — — — — — χρείας] |
[παρεχόμενος] ἀ̣προφασί[στως ἐν παντὶ καιρῶι, ἄ]- | |
[ξιος] φ̣αινόμε̣νος τᾶς ὑ[παρχούσας ἀνδρὶ] | |
[ἀγα]θῶι διαλάμψεως, ὅπ̣[ως οὖν πᾶσιν φανερὰ] | |
5 | [ἦι] ἁ πόλις εὐχάριστος οὖ[σα καὶ ἐπισαμαινομέ]- |
[ν]α τοὺς ἀξίους ταῖς καθηκ[ούσαις τιμαῖς, δε]- | |
[δ]όχθαι τᾶι πόλει ἁμῶν· ἐπαιν̣[έσαι — — — — —] | |
[Β]ιάδα Βειτυλῆ ἐπὶ τᾶι εὐνοίαι, ἃ[ν ἔχει εἰς τὰν] | |
π̣όλιν ἁμῶν καὶ εἰς τοὺς ἐντυγ̣[χάνοντας] | |
10 | τῶν πολιτᾶν· εἶναι δ’ αὐτὸν καὶ [πρόξενον τᾶς] |
πόλεος ἁμῶν καὶ εὐεργέταν α[ὐτὸν καὶ ἐκ]- | |
γόνους, εἶναι δὲ αὐτῷ γᾶς καὶ οἰ[κίας ἔγκτη]- | |
σιν καὶ ἀτέλειαν καὶ ἀσυλίαν κ[αὶ πολέμου] | |
καὶ εἰράνας καὶ τὰ λοιπὰ τίμια, ὅσ[α καὶ τοῖς ἄλ]- | |
15 | λοις προξένοις καὶ εὐερ[γέ]τ̣αις̣ τ[ᾶς πόλεος ἁ]- |
μῶν ὑπάρχε̣ι̣. [τὸ δὲ ψάφισμα τόδε οἱ — ἀναγρα]- | |
ψάν[τω] ε̣[ἰς στάλαν λιθίναν καὶ ἀναθέντω — —] | |
[— — — — — — — — — — — — — — — — — — —] |