[ ] Lakonike — Kythera — 2nd c. BC
1 [— — — — — — —]ω[— — — — — — — — — χρείας]
[παρεχόμενος] ἀ̣προφασί[στως ἐν παντὶ καιρῶι, ἄ]-
[ξιος] φ̣αινόμε̣νος τᾶς ὑ[παρχούσας ἀνδρὶ]
[ἀγα]θῶι διαλάμψεως, ὅπ̣[ως οὖν πᾶσιν φανερὰ]
5 [ἦι] ἁ πόλις εὐχάριστος οὖ[σα καὶ ἐπισαμαινομέ]-
[ν]α τοὺς ἀξίους ταῖς καθηκ[ούσαις τιμαῖς, δε]-
[δ]όχθαι τᾶι πόλει ἁμῶν· ἐπαιν̣[έσαι — — — — —]
[Β]ιάδα Βειτυλῆ ἐπὶ τᾶι εὐνοίαι, ἃ[ν ἔχει εἰς τὰν]
π̣όλιν ἁμῶν καὶ εἰς τοὺς ἐντυγ̣[χάνοντας]
10 τῶν πολιτᾶν· εἶναι δ’ αὐτὸν καὶ [πρόξενον τᾶς]
πόλεος ἁμῶν καὶ εὐεργέταν α[ὐτὸν καὶ ἐκ]-
γόνους, εἶναι δὲ αὐτῷ γᾶς καὶ οἰ[κίας ἔγκτη]-
σιν καὶ ἀτέλειαν καὶ ἀσυλίαν κ[αὶ πολέμου]
καὶ εἰράνας καὶ τὰ λοιπὰ τίμια, ὅσ[α καὶ τοῖς ἄλ]-
15 λοις προξένοις καὶ εὐερ[γέ]τ̣αις̣ τ[ᾶς πόλεος ἁ]-
μῶν ὑπάρχε̣ι̣. [τὸ δὲ ψάφισμα τόδε οἱ — ἀναγρα]-
ψάν[τω] ε̣[ἰς στάλαν λιθίναν καὶ ἀναθέντω — —]
[— — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us