Funerary epigram for Aristeus and his mother Polyxene.  Stele of grayish white marble.
[ ] Makedonia (Chalkidike) — Poteidaia-Kassandreia — late 3rd/early 2nd c. BC — Tekmēria 6 (2001) 54-61
1 ὁδεῖτα, Ἀριστεὺς τῆιδ’ ὕπεστι Ἀριστέως
  ἐν ἑπτὰ πεντάδεσσι, νυμφίος δισαῖς
  ἐν ἡμέραισιν, ἑπτὰ δ’ ἤμασιν νόσου
  ὥραισί τε ἑπτά, μητρὶ σὺν Πολυξένηι,
5   Εὔδαμος ἣν ἔσπειρε, πεντηκοντέτις,
  ἣ τέσσαρας προσεῖδεν ἐν πένθει κύκλους·
  πατὴρ δὲ ἐφυστέρησε· δύστηνοι γονεῖς,
  οἳ παιδὸς εἰς ὄλεθρον ὀψιαίτεροι.
Search Help
Contact Us