Funerary epigram for Aristeus and his mother Polyxene. Stele of grayish
white marble.
[ ]
Makedonia (Chalkidike) — Poteidaia-Kassandreia — late 3rd/early 2nd c. BC — Tekmēria 6 (2001) 54-61
1 | ὁδεῖτα, Ἀριστεὺς τῆιδ’ ὕπεστι Ἀριστέως |
ἐν ἑπτὰ πεντάδεσσι, νυμφίος δισαῖς | |
ἐν ἡμέραισιν, ἑπτὰ δ’ ἤμασιν νόσου | |
ὥραισί τε ἑπτά, μητρὶ σὺν Πολυξένηι, | |
5 | Εὔδαμος ἣν ἔσπειρε, πεντηκοντέτις, |
ἣ τέσσαρας προσεῖδεν ἐν πένθει κύκλους· | |
πατὴρ δὲ ἐφυστέρησε· δύστηνοι γονεῖς, | |
οἳ παιδὸς εἰς ὄλεθρον ὀψιαίτεροι. |