[ ] Tr.: südwestl. Troas — Alexandria Troas — 133-134 AD
I.1                         ἀγαθῇ τύχῃ·
Αὐτοκράτωρ Καῖσαρ θεοῦ Τραιανοῦ Παρθικοῦ υἱός,
θεοῦ Νέρβα υἱωνός, Τραιανὸς Ἁδριανὸς Σεβαστός,
ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ ιηʹ, ὕπα-
5 τος τὸ γʹ, πατὴρ πατρίδος, συνόδῳ θυμελικῇ περιπο-
λιστικῇ τῶν περὶ τὸν Διόνυσον τεχνειτῶν ἱερονεικῶν στεφα-
νειτῶν                  {²vacat}²                   χαίρειν·
τοὺς ἀγῶνας πάντας ἄγεσθαι κελεύω καὶ μὴ ἐξεῖναι πόλει πόρους ἀγῶνος κατὰ νόμον ἢ ψήφισ-
μα ἢ διαθήκα̣ς ἀγομένου{ς} μετενενκεῖν εἰς ἄλλα δαπανήματα οὐδὲ εἰς ἔργου κατασκευὴν ἐφίημι
10 χρήσασθαι ἀ̣ργυρίῳ, ἐξ οὗ ἆθλα τίθεται ἀγωνισταῖς ἢ συντάξεις δίδονται τοῖς νε[ι]κήσασιν· εἰ δέ ποτε ἐπείξαι
πόλιν (οὐκ εἰς τρυφὴν καὶ πολυτέλειαν, ἀλλ’ ὡς πυ̣ρὸν ἐν σειτοδείᾳ παρεσκεύασα πόρον τινὰ ἐξευρεῖν),
τότε μοι γραφέσθω, ἄνευ δε ἐμῆς συνχωρήσεως μηδὲν πρὸς τὸ τοιοῦτό τι ἐξέστω λαμβάνειν τάδε
εἰς τοὺς ἀγῶνας ἀποτεταγμένα χρήματα. ἐκεῖνο μὲν γὰρ οὐκ ἀδικίαν μόνον, ἀλλὰ τρόπον τι-
νὰ καὶ ἐνέδραν ἔχει τὸ κατανγείλαντας ἀγῶνα καὶ καλέσαντας τοὺς ἀγωνιστάς, ἔπειτα ἡκόντων
15 ἢ εὐθὺς ἢ ἐξ ἀρχῆς ἢ μέρη τινὰ ἀγ̣αγόντας μεταξὺ διαλῦσαι τὴν πανήγυριν. καὶ ἔνθα ἂν γένηται τοῦτο, τὰ μὲν ἆθλα
οἱ ἀγωνισταὶ καὶ ἄνευ τοῦ ἀγωνίσασθαι διανεμέσθωσαν (καὶ οὐχ ὡς δίκαιον κελεύω τοῦτο, ἀλλ’ ὡς τὸ ἄγειν τοὺς ἀγῶνας
καὶ ταύτην ἀνανκαῖον γείνεσθαι)· τὸν δὲ εἰσηγησάμενόν τι τοιοῦτο ἢ̣ ἐπιψηφίσαντα ἢ τὸ ἔργον πράξαντα ἐγὼ
καλέσω δώσοντα εὐθύνας τοῦ παρακοῦσαι τῶν διατεταγμένων καὶ ὑφέξοντα τὴν δικαίαν τειμωρίαν· Μειλησίοις
καὶ Χείοις ἐπέστειλα ἀποδοῦναι ὑμεῖν τοὺς ἀγῶνας, οὓς ἐξέλιπον, τὰ περὶ τὰ ἆθλα καὶ τὰς συντάξεις δικαίως αἰτιᾶσθαι·
20 καὶ γὰρ αὐτὸς οἶδα τοὺς ἐν ταῖς πόλεσι διοικουμένους τὰ τοιαῦτα, εἰ μή τι καὶ αὐτοὶ λάβοιεν, ἀποστεροῦντας τὰ
ὀφειλόμενα τοῖς ἀθληταῖς. τὰ μὲν δὴ τῶν ἄθλων οὕτω γεινέσθω· τοῖς ἀγῶσι ὡς ἐπὶ πᾶν ἀρχή τις ἡμετέρα παρατυγ-
χάνει· ὁ δ’ ἀγωνοθέτης ἑκάστου ἀγῶνος τῷ ἡγεμόνι τοῦ ἔθνους ἢ ἀνθυπάτῳ ἢ ταμίᾳ ἢ πρεσβευτῇ ἢ ὅστις ἂν
ὁ παρὼν ᾖ, πρὸ μιᾶς ἡμέ̣[ρας] ἑκάστου ἀγωνίσματος παραρι̣θμείτω τοῦ θέματος τὸ ἀργύριον· ὁ δὲ ἐνβαλὼν εἰς
φασκώλιον καὶ κατ̣[αση]μηνάμενος τιθέτω παρὰ τὸν σ̣τέφανον, ἐάν τε μουσικὸν τὸ ἀγώνισμα ᾖ <ἢ> γυμνικόν,
25 καὶ ὁ νεικήσας εὐθὺς ἐπὶ τῇ νείκῃ σὺν καὶ τῷ στεφάνῳ πάντων ὁρώντων λαμβανέτω. αἱ δὲ συντάξεις διδόσθ̣ωσαν τοῖς
ἱερονείκα̣ις κατὰ τὰς ὡρισμένας προθεσμίας· ὁ δὲ οὐ δοὺς ἄρχ̣ων ἢ ταμίας καὶ ἡμιόλιον τῷ ἱερονείκῃ προσφε-
ρέτω· ἔστω δὲ ἡ σύνταξις ἀργύριον αὐτό· αἵ τε γὰρ πόλεις οὐ πυρὸν οὐδὲ οἶνον ὑπέσχοντο τοῖς ἀγωνισταῖς
καὶ οὐδ’ ἐκείνους πρὸς τῷ ζημιοῦσθαι καπηλεύειν δίκαιον. μαστειγοῦν ἀγωνιστήν, εἰ δεήσαι· κεκληρωμένοι μὲν πρὸς τούτῳ
ἔστωσαν μαστειγοφόροι, προσίτωσαν δὲ κατὰ δύο, ᾗ ἂν τάξει τύχωσιν λαχόντες πρῶτοί τινες καὶ δεύτεροι, κἂν δεήσει, τρίτοι. δεῖ μὲν γὰρ
30 εἶναί τι ἐπηρτημένον δέος τοῖς ἀγωνισταῖς καὶ σωφρονίζεσθ̣αι τοὺς πλημελοῦντας, ἀλλ’ ὡς μὴ ὑπὸ πολλῶν ὁμοῦ παί-
εσθαι καὶ εἰς μόνα τὰ σκέλη καὶ μήτε ἀκρωτηριασθῆναί τινα μήτε ἄλλῃ λύπῃ περιπεσεῖν, ἐξ ἧς καὶ πρὸς τὴν ἄσκησιν αὐ-
τὴν χείρων ἔσται. τοὺς Κορινθίων λογισμοὺς τῷ ἀνθυπάτῳ ἔπεμψα γράψας ὡ̣ς τάχιστα ἐξ̣ετάσαι τὰ ἐν αὐτοῖς καὶ πρὸς δύνα-
μιν τῶν δημοσίων πόρων ἀποφήνασθαι, πότερον δύο μέρη προσήκει λαμβάνειν τοὺς ἱερονείκας ἢ τὸ ἥμισυ· μέχρι δὲ οἱ Κο-
ρίνθιοι διδάσκουσιν περὶ τῶν λόγων, τὰ δύο μέρη διδότωσαν. τοὺς μουσικοὺς ἑκατοστὰς συντελεῖν, εἰ τὰ τοῖς ξυστάρχαις διδόμενά
35 τινα ἔχει πιθανὸν λόγον ἤ τι κοινὸν τοῖς μουσικοῖς πρὸς τοὺς ξυστάρχας ἐστίν. πῶς δὲ οὐχὶ τὴν αὐτὴν ἀλογίαν ἔσχεν ἄν, εἰ καὶ οἱ τῶν
μουσικῶν ἄρχοντες παρὰ τῶν ἀθλητῶν ἑκατοστὰς λαμβάνειν ἠξίουν; ἀλλ’ οἱ μὲν ἀθληταὶ διδότωσαν τὰς τεταγμένας ἑκατοστάς·
ἔχουσι γάρ τι οἰκεῖον πρὸς τοὺς ξυστάρχας καὶ τοῦ ἐπιτηδεύματος κοινωνοῦντος καὶ ὑπ’ αὐτοῖς ἀγωνιζόμενοι. τὸ δὲ ἐνδέον εἰς τὸ
τοῖς ξυστάρχαις τεινόμενον ἢ τὰς πόλεις, αἳ διατιθέασιν τοὺς ἀγῶνας, προσαναπλ̣<η>ροῦν ἄξιον (καὶ οὐ βαρὺ τὸ ἀνάλωμά ἐστιν διὰ πενταετίας
γεινόμενον) ἢ τοὺς ἀγωνοθέτας τούς τε στεφάνους καὶ τὴν πορφύραν ἔχοντας. ἐπέστειλα δὲ τῷ κοινῷ τῆς Ἀσίας συνεδρίῳ καὶ βουλεύσασθαι
40 περὶ τούτου καὶ τάξαι πόρους, ἀφ’ ὧν τὸ ἐνδεῆσον ἐκ τοῦ τὰς τῶν μουσικῶν ἑκατοστὰς̣ ὑφειρῆσθαι δοθήσεται τοῖς ξυστάρχαις. περὶ τῶν σαλ-
πικτῶν καὶ τῶν κηρύκων· ἔγραψα Ἐφεσίοις, ὡς μὴ ἀνανκάζεσθαι αὐτοὺς ἐκ τῶν ἰδίων ἐγείρειν ἀνδριάντας, εἰ καὶ τούτοις ἐξ ὧν Νύσιος ἀπέλι-
πεν χωρίων ἀνίστασθαι· ἦσαν δέ τινες ἔμπειροι τῶν ἐπιχωρίων, οἱ λέγοντες, ὅτι, ἐὰν ἐπιμέλεια γένηται τῶν κτημάτων ἡ δέουσα καὶ τῶν
λογισμῶν ἀκρε<ι>βὴς ἐξέτασις, περίεστ(ί) τι τῶν χρη<μ>άτων. ἔγραψα καὶ Ποπλίῳ Μαρκέλλῳ, τῷ κρατίστῳ φίλῳ μου καὶ τῆς Συρίας ἡγε-
μόνι, προνοῆσαι τοῦ ἐν ’Απαμείᾳ ἀχθέντος ἀγῶνος τὰ θέματα ἀποδοθῆναι τοῖς νενεικηκόσιν, ’Αλ̣εξιανὸν ἀγωνοθετοῦντα ἃ κατα-
45 σχεῖν φατε. ἐπέστειλα καὶ τοῖς τῶν ἐθνῶν συνεδρίοις δηλῶν, ὅτι Ἐφέσιοι τὰ ἐν Βαλβιλλείοις ἀγωνίσματα εἰς δύο ἀγῶνας καταδιένειμαν
καὶ δεῖ τοὺς τὰ Ἁδριάνεια ἐκεῖ νεικῶντας οὕ̣τ̣ως λαμβάνειν τὰς συντάξεις ὡς ἐλάμβανον, ἡνίκα τὰ Βαλβίλλεια ἐνείκων. γέγραπται
<τ>οῦτο καὶ Πετρωνίῳ Μαμερτείνῳ, τῷ φίλῳ μου καὶ ἐπάρχῳ τῆς Αἰγύπτου, ὡς κἀκεῖ τελοῖτο τοῖς νεικῶσι τὰ ’Εφεσίων Ἁδριάνεια ἡ οὖσα
ὑμεῖν ἀλειτουργησία καὶ ἀτέλεια βεβαία ἔστω. τοῖς δὲ ἀποθνῄσκουσιν ἀθληταῖς καὶ μουσικοῖς, οἳ τὸν ὅλον βίον διατελοῦσιν ἀποδη-
μοῦντες, φιλάνθρωπόν ἐστιν ἀνεῖσθαι τὰ τέλη τὰ ἐπὶ ταῖς ταφαῖς. αἱ συντάξεις ἐπὶ ταῖς νείκαις οὐκ ἀφ’ ἧς ἂν εἰσελάσῃ τις ἡμέρας ὀφεί-
50 λονται, ἀλλὰ ἀφ’ ἧς ἂν τὰ περὶ τῆς νείκης γράμματα ἀποδοθῇ ταῖς πατρίσιν αὐτῶν· τοῖς δὲ ἐπὶ ἀγῶνας ἄλλους ἐπειγομένοις ἐξέστω
καὶ πέμπειν τὰ γράμματα. οἱ κατὰ τοὺς τῆς συνόδου νόμους συνβάλλοντες, κα[ὶ] ἂν παύσωνται ἀσκοῦντες κἂν Ῥωμαῖοι γένωνται,
ἐκείνοις τοῖς νόμοις ἐνεχέσθωσαν, καθ’ οὓς συμβεβλήκασιν. τοὺς νόμους τοὺς τῶν ἀγώνων καθ’ ἑκάστην πανήγυριν προγεγράφθαι
κελεύω, ὡς μὴ ὑπὸ ἀγνοίας πράττοιτό τι τῶν ἀπειρημένων. ἐν ταῖς ἐνκρίσεσιν πολείτῃ συνηγορεῖν μὴ ἐξέστω, ἐπειδὴ νομίζεται
διὰ τὰς ἐπιχωρίων δυνάμεις ἀδίκους γείνεσθαι τὰς ἐνκρίσεις. τὰ νενομισμένα δικαστήρια περὶ τῶν ζημιῶν ἀποδιδόσθω κατὰ
55 τοὺς παρ’ ἑκάστοις νόμους. τοῦ δὲ γείνεσθαι ταῦτα πάντα, ὡς ἐγὼ διέταξα, ἐπιμελήσονται παρ’ ἑκάστοις οὗτοι ἔθνους ἡγ̣ού<με>νοι· συνχωρῶ
δὲ ὑμεῖν, ἔνθα ἂν βούλησθε, καὶ στήλλαις ἐνγράψαι αὐτά, ὡς πᾶσιν εἴη γνώριμα.             {²vacat}²              εὐτυχεῖτε.
II.57 Αὐτοκράτωρ Καῖσαρ θεοῦ Τραιανοῦ Παρθικοῦ ὑός, θεοῦ Νέρβα υἱωνός, Τραιανὸς Ἁδριανὸς Σεβαστός, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας
τὸ ιηʹ, ὕπατος τὸ γʹ, πατὴρ πατρίδος, συνόδῳ θυμελικῇ περιπολιστικῇ τῶν περὶ τὸν Διόνυσον τεχνειτῶν ἱρονεικῶν στεφανει-
τῶν                                  {²vacat}²                          χαίρειν·                           {²vacat}²
60 ὡς ἔδοξέ μοι τετάχθαι τοὺς ἀγῶνας, περὶ ὧν ἐν Νεαπόλει λόγοι καὶ ἀξιώσεις ἐπ’ ἐμοῦ ἐγένοντο, ὑμεῖν τε ἐδήλωσα καὶ πρὸ̣[ς] τ̣[ὰ] ἔθνη καὶ τὰς πόλεις,
ἀφ’ ὧν πρεσβεῖαι περὶ τούτου παρῆσαν, ἐπιστέλλω· τὴν δὲ ἀρχὴν ἀπ’ ’Ολυμπίων ἐποιησάμη̣ν, ὅτι ἐστὶν ἀρχαῖο̣ς ὁ ἀγὼν οὗτος καὶ ἐνδοξότατος τῶν γ̣ε
Ἑλληνικῶν· μετὰ δὲ τὰ Ὀλύμπια Ἴσθμια ἔστω, μετὰ δὲ Ἴσθμια Ἁδριάνεια, ὡς ἄρχεσθαι τὸν ἀγῶνα παυσαμένης τῆς ἐν Ἐλευσεῖνι πανηγύρεως τῇ ὑστεραίᾳ·
ἔστιν δὲ αὕτη κατὰ ’Αθηναίους νουμηνία τοῦ Μαιμακτηριῶνος· τεσσαράκοντα ἡμέραι Ἁδριανείων ἔστωσαν. ὁ δ’ ἐν Τάραντι ἀγὼν μετὰ Ἁδριάνεια ἀγέ-
σ<θ>ω τοῦ ’Ιανουαρίου μηνός, ἀπὸ δὲ Καπετωλείων, ὡς μέχρι νῦν ἐπετελέσθη, ἀγομένων ἐν Νεαπόλει ἀγώνων· εἶτα Ἄκτια ἀρχόμενα μὲν τῇ πρὸ θʹ καλ(ανδῶν)
65 ’Οκτων(βρίων), συντελούμενα δὲ ἐν τεσσαράκοντα ἡμέραις. ἐν παράπλῳ δὲ ὁ ἐν Πάτραις ἀγών, εἶτα Ἡρ̣αῖα καὶ Νέμεια ἀπὸ καλ(ανδῶν) Νοεμβρ(ίων) εἰς καλ(άνδας) ’Ιανουαρίας·
μετὰ δὲ Νέμεια Παναθήναια, ὥστε συντελεῖσθαι τὸν ἀγῶνα ἐπ̣’ αὐτῆς τῆς κατὰ τὸν ’Αττικὸν χρόνον, ἐν ᾗ μέχρι νῦν συνετελέσθη· μετὰ δὲ Παναθή-
ν̣αια Ζμυρναῖοι ἀγέτωσαν, ἐς μὲ̣ν πλοῦν τῶν ἀγωνιστῶν ἐχόντων πεντεκαίδεκα ἡμέρας ἀπὸ τοῦ Παναθηναίων ὅπλου, τοῦ δὲ ἀγῶνος ἀρχομένου
μετὰ τὰς πεντεκαίδεκα εὐθύς, συντελουμένου δὲ τετταράκοντα ἡμέραις· ἀπὸ δὲ τοῦ ἐν [Ζμ]ύρνῃ ὅπλου δύο ἡμέρα{ι}ς {²⁶ἡμέρας}²⁶ διαλιπὼν ὁ Περγαμηνῶν
ἀγὼν ἀρξάσθω τε εὐθὺς καὶ ταῖς τετταράκοντα ἡμέραις συντελείσθω· ’Εφέσιοι δ̣ὲ ἀπὸ τ̣ο̣ῦ̣ ἐν Περγάμῳ ὅπλου διαλιπέτωσαν ἡμέρας τέσσαρας, ἔστω δὲ
70 ὁ ἀγὼν ἀπὸ τῆς ἀρχῆς τῆς τεσσαρακοστῆς συντετελεσμένος. εἶτα ἐκεῖθεν ἐπὶ Πύθια οἱ ἀγωνισταὶ καὶ Ἴσθ<μ>ια, τὰ ἐπὶ Πυθίοις, καὶ τὰ ἐν Μαντινείᾳ Κοινὰ
’Αχαιῶν καὶ ’Αρκάδων, εἶτα ’Ολύμπεια. ἐν τῷδε ἔτει Πανελλήνια ἐπιτελεῖται· Ζμυρναῖοι μὲν ἄρξονται τῶν παρ’ αὐτοῖς Ἁδριανείων ἀπὸ τῆς πρὸ μιᾶς νω-
νῶν ’Ιανουαρίων κα<ὶ> ἐπὶ τεσσαράκοντα ἡμέρας ἄξουσιν τὴν πανήγυρ̣[ι]ν· ’Εφέσιοι δὲ δύο ἡμέρας ἀπὸ τοῦ ἐν Ζμύρνῃ ὅπλου διαλιπόντες ἄρξονται τῶν πα-
ρ’ αὐτοῖς ’Ολυμπείων, εἰς τὰ ’Ολύμπια αὐτὰ καὶ τὰ ἐπ’ αὐτοῖς Βαλβίλλ[εια δύ]ο̣ καὶ πεντήκοντα ἡμέρας ἔχοντες, ἐπὶ δὲ Βαλβιλλείοις Πανελλήνια καὶ ’Ολύμπια
ἐπὶ Πανελληνίοις. Νεικομηδεῦσ<ι>ν ἐγὼ συνεβούλευον ὑπο[․․․10-12․․․] τὴν προθεσμίαν τοῦ παρ’ αὐτοῖς ἀγῶνος, οἱ δέ φασιν περιέχεσθαι τοῦ συνήθους και-
75 ροῦ· ἀγέτωσαν δή, ὁπότε̣ α̣ὐτοὶ βούλωνται. Θεσσαλονεικε̣ῖ̣[ς ․․․․․․․] κ̣α̣ὶ Περίνθιοι καὶ Λαυδικεῖς καὶ Ἱεραπολεῖται καὶ Φιλαδελφεῖς καὶ Τραλλιανοὶ καὶ Θυατει-
ρηνοί, καὶ εἴ τινων ἄλλων πρεσβεῖα<ι> περὶ τ̣ούτ̣ου [․․7-8․․ ἀφί(?)]κ̣οντο, πριάσθωσαν, ὅτι τοὺς ὑπὸ τῆς λαμπροτάτης συνκλήτου κεκυρωμένους ἀγῶνας
προτειμᾶσθαι δεῖ τῷ καιρῷ τῆς τάξεως, ἐπ’ α̣ὐ̣τ̣οῖς ΔΕΠΙ̣Λ̣Ο̣Ι̣Τ̣Ω̣[․․]ΔΙ v Υ v ἄγε̣ιν, ἡνίκ’ ἂν γείνωνται. Χείους δὲ τὸ μὴ ἄγειν τὸν ἑαυτῶν ἀγῶνα εἰς τὸν κατην-
γ̣ε̣λ̣μ̣ένον καιρὸν διὰ τὸ μὴ ἔχει̣ν̣ β̣ε̣βαίαν προθεσμί̣αν οὐ β̣λάψει π̣ρος τὸ(?) ․․․․․․․․․․ ἑαυτοῖς καιρόν. γενήσονται δὲ οἱ ἀγωνισταὶ ἐπὶ πάντας
τούς τ̣ε νῦν ὑπ’ ἐμοῦ τεταγμένους ἀγῶνας Κ․․․․․․․․․․ διὰ τὸ μηδένα ἀξιῶσαι ΠΛΡ̣ϹΛΙΟΙ περὶ αὐτῶν τοὺς πλείστους, ἐὰν πρῶτον μὲν
80 πᾶσαι πανταχοῦ πανηγύρεις ἐπὶ τεσσαράκοντα ἡμέρας ἄγωνται (καὶ διατετάχθω τοῦτο), εἶτα δὲ μὴ κ̣ατατρείβω̣ντα<ι> μετὰ τοὺς ἀγῶνας τὰ θέματα ΛΠ̣Λ
ΤΟΥΝΤΟΥΣ. ἐντεῦθεν ἀνανκαῖόν ἐστιν τὸ καὶ ἀλαχ̣οῦ μοι διατεταγμένον, ἔνδον ἐν τῷ θεάτρῳ καὶ τῷ σταδίῷ προτίθεσθαι τὸ ἀργύριον παρὰ τοῖς στεφά-
νοις κα<ὶ> τὸν νεικῶντα λαμβάνειν εὐθὺς ΕΝΟΙΕ τῶν θεωμένων· ὁ δὲ οὐχ οὕτως ἀποδοὺς ἀγωνοθέτης διπλασείῳ ἐνέξεται τῷ θέματι, ὡς τὸ μὲν ἥμι-
συ τὸν ἀγωνιστὴν λαβεῖν, τὸ δὲ ἥμισυ τὴν πόλιν, ἔνθα ὁ ἀγὼν ἐπιτελεῖται. ταῦτά μου τὰ γράμματα ἐν στήλλαις ἀναγραψάτωσαν αἱ πόλεις, παρ’ αἷς
οἱ ἀγῶνες οἱ διατεταγμένοι ἄγονται, αἱ δὲ σύνοδοι ἐν τοῖς ἱεροῖς τοῖς ἑαυτῶν.        {²vacat}²        εὐτυχεῖτε.
III.85 Αὐτοκράτωρ Καῖσαρ θεοῦ Τραιαν[ο]ῦ Παρθικοῦ ὑός, θεοῦ Νέρουα υἱωνός, Τραιανὸς Ἁδριανὸς Σεβαστός, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ ιηʹ,
ὕπατος τὸ γʹ, πατὴρ πατρίδο[ς], συνόδῳ θυμελικῇ τῶν περὶ τὸν Διόνυσον τεχνειτῶν χαίρειν· ἐγὼ μὲν τὸ ἐμαυτοῦ ἔθος φυλάσσων δίδωμι
ὑμεῖν τὴν ἀνάπτωσιν, ἐπεισάγειν δὲ ταῖς πόλεσιν ἀναλώματα, ἃ μὴ πρότερον ἐτέλεσαν, οὐκ εἴθισμαι· τὰς μέντοι νενομισμένας ἀναπτώ-
σεις κυρῶ, ὡς μὴ ἐπὶ τοῖς ἀγωνοθέταις εἶναι, διαναδύεσθαι τὴν τοιαύτην φιλοτειμίαν.
                                             εὐτυχεῖτε.
Search Help
Contact Us