1 | [— — — — — — — — — — — — καὶ] σ[υμπρόεδροι]· |
[ἔδοξεν τῆι βουλῆι κ]αὶ τῶ[ι] δή[μωι]· | |
․․․․․․․․c.21․․․․․․․․․ Ῥαμνούσιος ε[ἶπεν· v ἐπειδὴ] | |
[Τίμαρχος Τιμάρχου Σα]λαμίνιος εὔνους ἐστ[ὶν τῶι δήμωι] | |
5 | [τῶι Ἀθηναίων καὶ ἰ]δίαι τοῖς παραγινομένοις τῶ[ν πολι]- |
[τῶν εἰς Σαλαμῖνα] τὴν ἐν Κύπρωι εὔχρηστον ἑαυτὸν π[αρα]- | |
[σκευάζει καὶ πε]ρὶ τούτων ἀπομεμαρτυρήκασιν αὐτῶι [οἱ] | |
[παραγεγονότες] εἰς Σαλαμῖνα τῶμ πολιτῶν· ὅπως ἂν οὖν εἰ- | |
[δῶσιν ἅπαντ]ες, ὅτι ὁ δῆμος ὁ Ἀθηναίων εὐχάριστος ὢν δια- | |
10 | [τελεῖ το]ῖς εἰς ἑαυτὸν φιλοτιμουμένοις, v ἀγαθεῖ τύχει vv |
[δ]εδόχθαι τεῖ βουλεῖ, τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπι- | |
οῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμ- | |
βάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ, | |
ἐπαινέσαι Τίμαρχον Τιμάρχου Σαλαμίνιον καὶ στεφανῶ- | |
15 | σαι αὐτὸν θαλλοῦ στεφάνωι εὐνοίας ἕνεκεν καὶ φιλοτιμί- |
ας τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίων, εἶναι δὲ αὐτὸν καὶ πρόξε- | |
νον καὶ εὐεργέτην τοῦ δήμου τοῦ Ἀθηναίων, καὶ εἰς τὸ λοι- | |
πὸν δὲ τὴν αὐτὴν αἵρεσιν διατηροῦντι πρὸς τὸν δῆμον | |
καὶ ἄλλο ἀγαθὸν εὑρέσθαι, ὅτου ἂν εἶ ἄξιος· ὅπως δ’ ἂν καὶ ὑπό- | |
20 | μνημα ὑπάρχει αὐτῶι περὶ τῆς πρὸς τὸν δῆμον εὐνοίας, ἀναγρά- |
ψαι τόδε τὸ ψήφισμα τὸγ γραμματέα τὸγ κατὰ πρυτανείαν | |
ἐν στήλαις λιθίναις δυσίν, ὥστε ἀνατεθῆναι τὴμ μὲν | |
μίαν ἐν τῶι τεμένει τοῦ Δήμου καὶ τῶν Χαρίτων, τὴν δὲ ἄλ- | |
λην ἐν Σαλαμῖνι ἐν τῶι τῆς Ἀθηνᾶς ἱερῶι· εἰς δὲ τὴν ἀνα- | |
25 | γραφὴν τῶν στηλῶν καὶ τὴν ἀνάθεσιν μερίσαι τὸν ταμί- |
αν τὸ γενόμενον ἀνάλωμα. | |
26a | vacat 0.04 |
in corona oleagina: | |
27 | ἡ βουλὴ |
ὁ δῆμος | |
Τίμαρχον | |
30 | Τιμάρχου |
Σαλαμίνιον |
IG II²
909