[ ] Att. — non-stoich. — c. 170 a.
See also:
1 [— — — — — — — — — — — — καὶ] σ[υμπρόεδροι]·
[ἔδοξεν τῆι βουλῆι κ]αὶ τῶ[ι] δή[μωι]·
․․․․․․․․c.21․․․․․․․․․ Ῥαμνούσιος ε[ἶπεν· v ἐπειδὴ]
[Τίμαρχος Τιμάρχου Σα]λαμίνιος εὔνους ἐστ[ὶν τῶι δήμωι]
5 [τῶι Ἀθηναίων καὶ ἰ]δίαι τοῖς παραγινομένοις τῶ[ν πολι]-
[τῶν εἰς Σαλαμῖνα] τὴν ἐν Κύπρωι εὔχρηστον ἑαυτὸν π[αρα]-
[σκευάζει καὶ πε]ρὶ τούτων ἀπομεμαρτυρήκασιν αὐτῶι [οἱ]
[παραγεγονότες] εἰς Σαλαμῖνα τῶμ πολιτῶν· ὅπως ἂν οὖν εἰ-
[δῶσιν ἅπαντ]ες, ὅτι ὁ δῆμος ὁ Ἀθηναίων εὐχάριστος ὢν δια-
10 [τελεῖ το]ῖς εἰς ἑαυτὸν φιλοτιμουμένοις, v ἀγαθεῖ τύχει vv
[δ]εδόχθαι τεῖ βουλεῖ, τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπι-
οῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμ-
βάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ,
ἐπαινέσαι Τίμαρχον Τιμάρχου Σαλαμίνιον καὶ στεφανῶ-
15 σαι αὐτὸν θαλλοῦ στεφάνωι εὐνοίας ἕνεκεν καὶ φιλοτιμί-
ας τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίων, εἶναι δὲ αὐτὸν καὶ πρόξε-
νον καὶ εὐεργέτην τοῦ δήμου τοῦ Ἀθηναίων, καὶ εἰς τὸ λοι-
πὸν δὲ τὴν αὐτὴν αἵρεσιν διατηροῦντι πρὸς τὸν δῆμον
καὶ ἄλλο ἀγαθὸν εὑρέσθαι, ὅτου ἂν εἶ ἄξιος· ὅπως δ’ ἂν καὶ ὑπό-
20 μνημα ὑπάρχει αὐτῶι περὶ τῆς πρὸς τὸν δῆμον εὐνοίας, ἀναγρά-
ψαι τόδε τὸ ψήφισμα τὸγ γραμματέα τὸγ κατὰ πρυτανείαν
ἐν στήλαις λιθίναις δυσίν, ὥστε ἀνατεθῆναι τὴμ μὲν
μίαν ἐν τῶι τεμένει τοῦ Δήμου καὶ τῶν Χαρίτων, τὴν δὲ ἄλ-
λην ἐν Σαλαμῖνι ἐν τῶι τῆς Ἀθηνᾶς ἱερῶι· εἰς δὲ τὴν ἀνα-
25 γραφὴν τῶν στηλῶν καὶ τὴν ἀνάθεσιν μερίσαι τὸν ταμί-
αν τὸ γενόμενον ἀνάλωμα.
26a                    vacat 0.04
               in corona oleagina:
27                     ἡ βουλὴ
                    ὁ δῆμος
                    Τίμαρχον
30                     Τιμάρχου
                    Σαλαμίνιον
Search Help
Contact Us