Invitatio ad munera. Marble plaque, reused in the floor of the Odeum.
[ ]
Makedonia (Mygdonia) — Thessalonike — 260 AD — Anc. Mac. 6 (1999) 1321, C — AnnÉp (1999) 1427
See also:
1 | ἀγαθῆι τύχηι· |
ὑπὲρ ὑγείας καὶ σωτηρίας καὶ νείκης καὶ αἰωνίου διαμονῆς τῶν μεγίστω̣[ν] καὶ θειοτ̣[άτων] κυρίων ἡμῶν ἀη̣[ττήτων Αὐ]- | |
τοκρατόρων 〚— — — — — — — — — — — —〛 Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ 〚— — — — — — — — — — — — — —〛 [Εὐσεβοῦς] | |
Εὐτυχοῦς Σεβαστοῦ κα〚[ὶ — — — — — — — — — — — — —]〛 τοῦ ἐπιφανεστάτου Καί̣[σα]ρος vacat | |
5 | καὶ τοῦ σύνπαντος θείου οἴκου αὐτῶν καὶ ἱερᾶς συνκλήτου καὶ ἱερῶν στρατευμάτων καὶ δήμου Ῥωμαίων καὶ τῶν ἐξοχωτά̣των ἐ̣πά̣[ρχων τοῦ ἱεροῦ πραιτωρίου] |
Τιβ(έριος) Κλ(αύδιος) Ῥούφριος Μένων ὁ κρ(άτιστος) ἱεροφάντης τοῦ ἁγιωτάτου θεοῦ Καβείρου καὶ διὰ βίου ἀγωνοθέτης [τοῦ κοινοῦ τῶν Μακεδόνων] | |
καὶ μακεδονιάρχης καὶ β ἀρχιερεὺς τῶν Σεβαστῶν καὶ αἰωνοιοτάτης {²sic}² λαμπρᾶς Θεσσαλονεικ̣α̣ί̣ων μη̣τροπόλεως καὶ κολωνείας καὶ βʹ [νε]ωκόρου ἀγ[ωνοθέτης ἀγῶνος ἱερ]οῦ οἰκουμε- | |
νικοῦ εἰσελαστικοῦ τῶν με̣γάλων Καισαρείων Ἐπινεικίων Καβειρίων Πυθίων ∙ καὶ Βαιβία Μάγνα ἡ γυνὴ αὐτοῦ ἡ ἀξ(ιολογωτάτη) μ̣[ακεδονιάρχι]σ̣σα καὶ ∙ β ∙ ἀρχιέρεια ἐπιτελέσουσιν [φιλοτιμί]αν ἐν τῇ λαμ- | |
προτάτῃ Θεσσαλονικ[έ]ων μητροπόλει {²μητροπόλι (drawing)}² καὶ κολωνείᾳ καὶ ∙ β ∙ νεωκόρῳ ἐκ θείας δω̣ρεᾶς [— —]․․ μνήμην Σεβαστῶ<ν> κυνηγεσίων τε κ̣[αὶ μονομαχιῶν] ἡμέραν μίαν #⁵⁶ εἰσάγο[ντε]ς καὶ ζῶα ἅπ[αντα] τὸν ἀριθμὸν ∙ ἓξ ∙ | |
10 | λεοπάρδ̣ου κ(αὶ) ὑ<αί>νης ∙ καὶ ΛΑΙ̣[․]ΑΝΑ ∙ καὶ ἀποσφάζοντες τῶν ἐνχωρίων ζώων ἑκάστου εἴδους τέσσαρα ∙ ὁμοί(ως) ❦ vacat εἰσάγοντες [καὶ ζε]ύγη δύο̣ [μονο]μάχων περὶ |
ψυχῆς ἀγωνιούμενα· ἄρξονται δὲ τὰς φιλοτειμίας ∙ Σεκουλαρίῳ τῷ β καὶ Δονάτῳ τῷ ∙ β ∙ ὑπάτ(οις) vacat τῇ πρὸ ιβʹ καλανδῶν Ὀκτωβρίων, | |
Ἑλληνικῇ δὲ ἔτους ∙ α∙ϟ∙σ ∙ σεβαστοῦ καὶ τοῦ ζυʹ | |
13b | Ὑπερβερτα[ί]ο̣υ #⁵⁶ κʹ. |
13a | εὐτυχ[εῖ]τ̣ε. |