Invitatio ad munera.  Marble plaque, reused in the floor of the Odeum.
[ ] Makedonia (Mygdonia) — Thessalonike — 260 AD — Anc. Mac. 6 (1999) 1321, C — AnnÉp (1999) 1427
See also:
1                                                                                         ἀγαθῆι τύχηι·
  ὑπὲρ ὑγείας καὶ σωτηρίας καὶ νείκης καὶ αἰωνίου διαμονῆς τῶν μεγίστω̣[ν] καὶ θειοτ̣[άτων] κυρίων ἡμῶν ἀη̣[ττήτων Αὐ]-
 τοκρατόρων 〚— — — — — — — — — — — —〛 Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ 〚— — — — — — — — — — — — — —〛 [Εὐσεβοῦς]
 Εὐτυχοῦς Σεβαστοῦ κα〚[ὶ — — — — — — — — — — — — —]〛 τοῦ ἐπιφανεστάτου Καί̣[σα]ρος vacat
5  καὶ τοῦ σύνπαντος θείου οἴκου αὐτῶν καὶ ἱερᾶς συνκλήτου καὶ ἱερῶν στρατευμάτων καὶ δήμου Ῥωμαίων καὶ τῶν ἐξοχωτά̣των ἐ̣πά̣[ρχων τοῦ ἱεροῦ πραιτωρίου]
Τιβ(έριος) Κλ(αύδιος) Ῥούφριος Μένων ὁ κρ(άτιστος) ἱεροφάντης τοῦ ἁγιωτάτου θεοῦ Καβείρου καὶ διὰ βίου ἀγωνοθέτης [τοῦ κοινοῦ τῶν Μακεδόνων]
καὶ μακεδονιάρχης καὶ β ἀρχιερεὺς τῶν Σεβαστῶν καὶ αἰωνοιοτάτης {²sic}² λαμπρᾶς Θεσσαλονεικ̣α̣ί̣ων μη̣τροπόλεως καὶ κολωνείας καὶ βʹ [νε]ωκόρου ἀγ[ωνοθέτης ἀγῶνος ἱερ]οῦ οἰκουμε-
νικοῦ εἰσελαστικοῦ τῶν με̣γάλων Καισαρείων Ἐπινεικίων Καβειρίων Πυθίων ∙ καὶ Βαιβία Μάγνα ἡ γυνὴ αὐτοῦ ἡ ἀξ(ιολογωτάτη) μ̣[ακεδονιάρχι]σ̣σα καὶ ∙ β ∙ ἀρχιέρεια ἐπιτελέσουσιν [φιλοτιμί]αν ἐν τῇ λαμ-
προτάτῃ Θεσσαλονικ[έ]ων μητροπόλει {²μητροπόλι (drawing)}² καὶ κολωνείᾳ καὶ ∙ β ∙ νεωκόρῳ ἐκ θείας δω̣ρεᾶς [— —]․․ μνήμην Σεβαστῶ<ν> κυνηγεσίων τε κ̣[αὶ μονομαχιῶν] ἡμέραν μίαν #⁵⁶ εἰσάγο[ντε]ς καὶ ζῶα ἅπ[αντα] τὸν ἀριθμὸν ∙ ξ
10 λεοπάρδ̣ου κ(αὶ) ὑ<αί>νης ∙ καὶ ΛΑΙ̣[․]ΑΝΑ ∙ καὶ ἀποσφάζοντες τῶν ἐνχωρίων ζώων ἑκάστου εἴδους τέσσαρα ∙ ὁμοί(ως) ❦ vacat εἰσάγοντες [καὶ ζε]ύγη δύο̣ [μονο]μάχων περὶ
ψυχῆς ἀγωνιούμενα· ἄρξονται δὲ τὰς φιλοτειμίας ∙ Σεκουλαρίῳ τῷ β καὶ Δονάτῳ τῷ ∙ β ∙ ὑπάτ(οις) vacat τῇ πρὸ ιβʹ καλανδῶν Ὀκτωβρίων,
                        Ἑλληνικῇ δὲ ἔτους ∙ α∙ϟ∙σ ∙ σεβαστοῦ καὶ τοῦ ζυʹ
13b                                                     Ὑπερβερτα[ί]ο̣υ #⁵⁶ κʹ.
13a                             εὐτυχ[εῖ]τ̣ε.
Search Help
Contact Us