Donation of a slave to the goddess (sacred manumission), expressed as a legal deed of sale.  Roughly worked plaque of white marble.
[ ] Makedonia (Bottiaia) — Skydra: Arseni — ca. 250-260 AD? — Delacoulonche 245, 30; Demitsas, Hē Makedonia p. 96, 126 — SEG 24.530 — ArchEph (1999) 1-14
See also:
1   ἀ<ντ>ίγραφον ὠνῆς
σ̣όματος Νίκης· Τ<ί>το-
ς Λύκου Σκυδ<ρ>αίου ἐ-
π<ρ>ίατο παρ’ Ἀμ<φ>οτερᾶς
5 <τ>οῦ ἀνδρὸς Σκυδραίας
μετὰ κυρίου Ἱππίο
Σκυδραίου πεδίον ὀ-
νόματι Νίκην, ὡ<ς μ>η-
νῶ<ν> δύο, φωνῇ μακε-
10 δονική<ν>, τιμῆς ἀργ-
υρίου 𐆖 ͵ε· καὶ ἄν τις κυ-
ριώτερος φανῇ, τοῦ προ-
γεγραμένου κορασίου
ἢ μέρους <τ>ινός, τότε τὴν
15 τιμὴν διπλῆν ἐπ-
ηρώτ<η>σεν Τίτορ Λύκο-
<υ Σκ>υδεραίου {²⁶Σκυδραίου}²⁶· ἐγ<έ>ν<ετ>ο <ἐ>-
ν Σκύδρας· τὸ πρόστιμ̣-
ον σὺν πεδίοΚΟΙϹΙ
20 ὀ̣νόματι Ἀρτέμι, 𐆖 <͵ε>
Ι̣ΛΑΤΛΙΚΩ· μά<ρτ>υρες
Αὐρήλιος Λύκος, Αὐρή-
<λι>ος Κάλλης· ἐγένετο
ἀ<ντ>ίγραφον ὠνῆς·
25           εὐτύχε.
Search Help
Contact Us