[ ] Paphl. — Sinope (Sinop) — 353/2-346/5 BC
1 [ἐ]π̣ὶ τοῖσδε̣ τ̣ὸ ὅρκιον καὶ τὴν συμμα[χίην ἐ]π̣οίησα̣[ν]
Σινωπε̣ῖς κ̣αὶ Σάτυρος κ̣αὶ οἱ Κλεάρχου παῖδες· ἄν τι[ς ἐπὶ]
Σάτυ̣ρ̣ο̣ν̣ ἢ τοὺς Κλεάρχου παῖδας ἢ Ἡρ̣[α]κλείαν ἢ [τὴν]
χώρ̣[ην] ἐ̣πιστρατεύηται πλὴν βασιλέως βοηθεῖν
5 Σιν̣[ωπ]έας παντὶ σθένει κατὰ τὸ δύνατον̣ κ̣αὶ ἄν τις ἐ̣[πὶ]
Σ̣[ιν]ω̣πέας στρατεύηται ἢ τὴν χώρην πλὴν βασιλέω̣[ς]
[βο]ηθεῖν Σάτυρον καὶ τοὺς Κλεά̣ρ̣χου παῖδας παντὶ σθ̣[ένει]
κ̣ατὰ τ̣ὸ̣ δυνατόν· ἐὰν δὲ ὁ ἐπιστρατε̣ύ̣ω̣ν ἐπὶ Σ̣άτυρον
ἢ τοὺς Κλεάρχου παῖδας ἢ Ἡρακλείαν ἢ τὴν χώρην
10 ἢ Σινώπην ἢ τὴν χώρην φῆι μετὰ βασ̣ι̣λ̣έως ἐπιστρ̣α̣τ̣ε̣ύ̣[ειν]
πέμπειν μετὰ τοῦ ἐπιστρατεύοντος ἀγγέλους πρὸς̣ βασιλέα̣
κ̣αὶ αὐτὸν κελεύειν ἀναχωρεῖν ἐκ τῆ̣ς̣ χώρης̣· [ἐ]ὰν δὲ μὴ
θ̣έληι ὁ ἐπιστρατεύων συμπέμπε̣[ιν ἀγ]γέλους κ̣α̣ὶ ἀναχωρε[ῖν]
[ἐ]κ τῆ̣ς χώρης βοηθεῖν ἀλλήλοι̣[ς π]α̣ν̣τὶ σθένει κα̣τὰ τὸ {²vac.}²
15 δ̣υ̣ν̣α̣τόν· μισθὸν δὲ εἶναι τοῖς̣ σ̣[τρα]τ̣ευομένο̣[ις] τρίτον
ἡ̣μ̣ισ̣τάτηρον τοῦ μηνός· προα̣[ναλίσ]κ̣ειν̣ δ̣ὲ̣ τοὺς̣ β̣ο̣ηθοῦντας
μηνὸς μισθόν· κομιδὴν δὲ εἶναι τ[οῦ προ]α̣ν̣α̣λ̣ωθέντος παρὰ
τῶν παρακαλούντων εἰρήνης γεν̣[ομέ]ν̣ης ἐν ἑξ μ[η]σίν· ὅσοι δ’ ἂν̣
Σινώπην ἢ Ἡρακλείαν φε̣ύ̣γω̣[σιν εἶν]α̣ι αὐτ̣ο̣ῖς ἐν ταῖς πόλεσ[ι]
20 [δ]ι̣α̣τ̣ε̣λεῖν μηδὲν ἀδικοῦ̣σι[ν]· ἂ̣ν̣ δ̣έ̣ τ̣ι δοκ̣ῶσιν ἀδι̣κ̣ε̣ῖν ἀπὸ
[χρόνο]υ̣ οὗ τὸ ὅρκιον γέγονε ἐπιπέ̣μποντα̣ς ἀγγέλους {²vac.}²
[μετίσ]τ̣α̣σ̣θ̣α̣ι̣ κ̣’ ἂν δοκῆι Σινωπ̣εῦσι κα[ὶ] Σατύρωι καὶ τοῖς
[Κλεάρχου] π̣[αι]σ̣ὶ μετίστασθαι [α]ὐ̣τούς· εἶναι δὲ ἐν τῆι αὐτῆ̣[ι]
[συμμαχί]η̣ι καὶ Κρωμ̣ν̣ί̣τ̣α̣ς καὶ̣ [Σ]ησαμηνοὺς ἂν ἐθέλω[σι]·
25 [φυλάσσει]ν̣ δὲ ἑκ̣α̣τ̣έ̣ρου̣[ς τὴν] συμμαχίην ἐὰμ μέν̣ [τις ἐπι]-
[στρατεύηται] ἐ̣ν εἴκοσι ἡμέ̣[ραις ἀφ’] ἧ̣ς̣ ἂν̣ ἐ̣παγγείλωσι<ν> οἱ ἐ̣[πι]-
[μελού]μ̣ε̣νοι· ἐ̣ὰ̣[ν δ]έ τις τῶ̣[ν ἐν ταῖς πόλεσι] τ̣ὸν δῆμον τὸν {²vac.}²
[Σινωπ]έων καταλύ̣η̣ι̣ ἢ̣ δ̣ι̣[․․․9-10․․․ Σατύ]ρ̣ωι ἐπιβουλεύηι
[ἢ τοῖς] Κ̣λεάρχου παισὶ̣ [βοηθεῖν ἀλλήλοις πα]ν̣τὶ σθένει κατὰ̣
30 [τὸ δυν]α̣τ̣ὸν̣ ἐ̣ν̣ δέκα ἡ̣μ̣[έραις ἀ]φ̣’ ἧ̣ς̣ ἂ̣ν̣ [ἐ]π̣αγ̣γ̣ε̣ίλωσιν οἱ ἐπι-
[μελ]ού̣μ̣ε̣νο̣ι· τὴν δ̣ὲ̣ [․․c.8․․]Ν̣ΕΣ̣ΘΑ̣Ι ἀμ̣φ̣ο̣τ̣έ̣ρ̣οις ἀπὸ εἴκοσ̣[ι]
[․]․ω̣[․]ΕΙΣΤΡ․[․]Λ̣[․․․․․․]Α̣[․․]․Ι̣· δ̣ι̣ορθοῦσθα̣[ι δ]ὲ̣ εἶναι ὡς ἂν
[δοκῆι Σινωπεῦσι καὶ Σατύρωι καὶ τοῖς Κ]λ̣ε̣[ά]ρχου παισί̣· [․․․c.9․․․]
— — — —
Search Help