[ ] Cilicia, E. — Anazarbos (Anavarza Kalesi) — 101 AD
1 ρκʹ
ἔτους·
Πόπλιος
ζήσας δι-
5 καίως καὶ ἐκ τῶν
ἰδίων κόπων πορίσας
κατεσκεύασα τὸ μνῆμα
τοῦτο· {²vac.}² θάψας δ’ ἐν αὐτῷ ἄρ-
ρενα τέκνα δύο καὶ
10 παρθένον παρανγέλ-
λω τοῖς λέγουσι συν-
γενέσιν εἶναι τὰ ἴδια
πράσσειν μετὰ τὸν ἐ-
μὸν θάνατον ἀπὸ τοῦ
15 μνήματος τούτου· ἐ-
γὼ γὰρ συνγενῆ οὐδέ-
να οἶδα· καὶ ὁρκίζω θε-
οὺς ἐπουρανίους καὶ
καταχθονίους μετ̣’ ἐ-
20 μὲ καὶ τὴν ἐμὴν γυνα[ῖ]-
κα μήτε ἀνοῖξαι μήτ̣[ε]
θιγεῖν· ἐὰν δέ τις τολ̣-
μήσῃ ἀνοῖξαι, μήτε τ̣[έ]-
κνων μήτε βίου ὄνη[σιν(?)]
25 λάβοι. καὶ εἰ δὲ κολ[— —]
Search Help
Contact Us