[ ] Att. — non-stoich. — c. 186/5
See also:
1 [θ]εο[ί]·
[ἐπὶ Ζ]ωπύρου ἄρχοντος ἐπὶ τῆς Πτολε[μα]ιίδος δεκ[άτ]ης [πρυ]-
[τανε]ίας, ἧι Μεγάριστος Πύρρου Αἰξωνε[ὺ]ς ἐγραμμ[ά]τευεν·
[Ἐλαφ]ηβολιῶνος δεκάτει ὑστέραι, τετάρτει τῆς πρυτανεί-
5 [ας· ἐκκλ]ησία ἐν Διονύσου· τῶν προέδρ[ων] ἐπεψήφιζεν Σώπα-
[τρος Φι]λάγρου Ὑβάδης καὶ συμπρόεδροι·
                     ἔδοξεν τῶι δήμωι·
[Ξένων] Ἀσκληπιάδου Φυλάσιος εἶπεν· ἐπειδὴ ὁ [ἄ]ρχων Ζώπυρος
[ἀπο]φαίνει τὸν πατέρα τῆς καταλεγ̣είσης κανηφόρου Ζώπυρο[ν]
10 [πέ]μψαι τὴν θυγατέρα τὴν ἑαυτοῦ Τιμο[θέα]ν οἴσουσαν τὸ ἱερὸν
κανοῦν τῶι θεῶι κατὰ τὰ πάτρια, προσαγαγεῖν δὲ αὐτὸν καὶ θῦ-
μα ὡς ἠδύνατο κάλλιστον, ἐπιμεμελῆσθαι δὲ καὶ τῶν λοιπῶν
τῶν καθηκόντων ἑαυτῶι εἰς τὴν πομπὴν καλῶς καὶ φιλοτί-
μως· ἀγαθεῖ τύχει δεδόχθαι τῶι δήμωι, ἐπαινέσαι τὸν πατέρα
15 τῆς κανηφόρου Ζώπυρον Δικαίου Μελιτέα [κ]αὶ στεφανῶσαι
αὐτὸν κιττοῦ̣ στεφάνωι εὐσεβείας ἕνεκ[α] τῆς πρὸς τοὺς
θεοὺς καὶ φιλοτιμίας τῆς εἰς τὸν δῆμον τὸ[ν Ἀ]θηναίων. ἀναγρά-
ψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν
ἐν στήληι λιθίν[ε]ι [κα]ὶ στῆσαι ἐν τῶι τεμένει τοῦ Διονύσου,
20 τὸ δὲ γενόμενον <ἀνά>λωμα μερίσαι τὸν τα[μ]ίαν τῶν στρατιωτι-
κῶν.
21a                          vacat 0.12
                     in corona hederacea:
22                          ὁ δῆμος
                         τὸν πατέρα
                         τῆς κανη-
25                            φόρου
                         Ζώπυρον
                         Δικαίου
                         Μελιτέα
28a                          vacat 0.09
29 ἐπὶ Ζωπύρου ἄρχοντος ἐπὶ τῆς Πτολεμαιίδος δεκάτης πρυτανεί-
30 ας, ἧι Μεγάριστος Πύρρου Αἰξωνεὺς ἐγραμμάτευεν· Ἐλαφηβολιῶ-
νος δεκάτει ὑστέραι, τετάρτει τῆς πρυτανείας· ἐκκλησία ἐν Διο-
νύσου· τῶν προέδ[ρ]ων ἐπεψ[ή]φιζεν Σώπατρος Φιλάγρου Ὑβάδης κα[ὶ]
συμπρόεδροι·  vacat         ἔδοξεν τῶι δήμωι·  vacat
Ξένων Ἀσκληπιάδου Φυλάσιος εἶπεν· ἐπειδὴ οἱ χειροτονηθέντες
35 ἐπιμεληταὶ τῆς πομπῆς ἐπὶ Ζωπύρουρχοντος τάς τε θυσίας ἔθυ-
σαν τοῖς θεοῖς οἷς πάτριον ἦν, ἔπεμψαν δὲ καὶ τὴν πομπὴν μετὰ
τοῦ ἄρχοντος ὡς ἠδύναντο φιλοτιμότατα, ἐπεμελήθησαν δὲ καὶ
τῶν ἄλλων ὧν καθῆκεν αὐτοῖς· ἀγαθεῖ τύχει δεδόχθαι τῶι δήμωι,
ἐπαινέσαι τοὺς ἐπιμελητὰς τῆς πομπῆς καὶ στεφανῶσαι ἕκαστον
40 [α]ὐτῶν χρυσῶι στεφάνωι εὐσεβε[ί]ας ἕνεκα τῆς πρὸς τοὺς θεοὺς καὶ
[φ]ιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων
[Π]υρρῖνον Θεοπόμπου Γαργήττιον, v Ἀγαθοκλῆν Λυσιάδου Βερενικί-
[δ]ην, v Ἀριστόμαχον Σθενέλου Μελιτέα v, Ἀλκίμαχον Θεοδότου Τρικορ[ύ]-
σιον, v Ἀριστείδην Πρ[ο]ξένου Λαμπτρέα, v Εὔξενον Ἀρχίππου Εἰρεσίδ[ην],
45 Ἡράκωντα Εὐβίου Φυλάσιον, v [Μ]ενέμαχον Ἀνθεστηρίου ἐγ Μυρρινο[ύτ]-
της, v Γόργιν Ξανθίππου Φιλαΐδην, v Ἀριστείδην Ζωΐλου Κηφισιέα,
Νουμήνιον Μενάνδρου Ἁλαιέα, v Ἀλέξανδρον Ἀντιγόνου Ὀτρυνέα,
Τιμοκράτην Τιμοκράτου Θορίκιον, v Θάρσυτον Σωσιάδου Φιλαΐδην,
*ME/NANDRON *CE/NWNOS *)OH=QEN, &v$ *BA/KXION *BAKXI/OU *QRIA/SION, &v$ *DA/FNIN *FANO[DI/]-
50 κου Ἀφιδναῖον, v Θεόδωρον Δημητρίου Κυδαθηναιέα, v Ἀθηνά[δ]ην Κρατέ[ρ]-
μου Ῥαμνούσιον, v Μενέδαμον Ἀνδροσθένου Φιλαΐδην, v Διονύσιον Ξέν[ω]-
νος Ἁμαξαντέα, v Φιλόπολιν [Μι]κκέου Ποτάμιον, v Ἴωνα Ἀριστοβούλου Ἀμφ[ι]-
τροπῆθεν, v Νέαρχον Χαίρωνος Θριάσιον. v ἀναγράψαι δὲ τόδε τὸ ψήφι[σ]-
μα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήληι λιθίνει καὶ στῆσ[αι]
55 ἐν τῶι τεμένει τοῦ Διονύσου, τὸ δὲ γενόμενον ἀνάλωμα εἰς ταῦτα μ[ερί]-
σαι τὸν ταμίαν τῶν στρατιωτικῶν.
56a                                  vacat 0.11
in corona hederacea:
col. I.57    ἡ βουλὴ
    ὁ δῆμος
   τοὺς παῖδας
60   τοὺς ἐλευθέ-
ρους καὶ τὸν
  διδάσκαλον
   αὐτῶ[ν ․․․]ο
   — — — — — —
col. II.56b in corona oleaginea:
57    ὁ δῆ[μος]
 τοὺς [ἐπιμε]-
 λητ[ὰς τῆς]
60   πο[μπῆς]
Search Help
Contact Us