[ ]
Cilicia, E. — Anazarbos: Adana Mus. — 2nd-3rd c. AD — Inscr. Cilicie (1987) 100bis — SEG 37.1252
1 | εἰκόνα λαϊνέην με Τερέντιος εἵ- |
νεκα τειμῆς | |
θῆκε Δομιττιανὸς παῖς ἐπὶ πα<τ>ρὶ φίλῳ | |
πάντα λαχὼν ἴσα πατρί, βίον, κλέος, | |
5 | οὔνομα, γῆρας· |
ἴκελα γὰρ στρατίαις, ἴκελα δ’ ἐν πολέμοις | |
καὶ ῥέξαν καὶ ἔτλησαν ὅτ’ ἤνθεον, | |
ἐν δέ νυ γήρᾳ | |
βουλῇ κυδαλίμην πατρίδ’ ἐπηγλάϊσαν. |